καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη.ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτιςμορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.οὐδέ Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ πιλέγουσιν,Ἀρτεμίδωρε, νοεῖς· μηδὲν ὑπὲρ τὸ μέτρον.ἀλλʼ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντακωμῳδῷ φθέγγῃ, πάνθʼ ὑποκρινόμενος.μνησθήσῃ τούτων, ὑπερήφανε· καὶ σὺ φιλήσεις,καὶ κωμῳδήσεις τὴν Ἀποκλειομένην,εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρηνἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους,αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶνἤδη πρὸς μακάρων ἦγε διηκονίας.ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃςτὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσιλειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις,ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις,χειρῶν Κυπρογενοῦς πλάσματα καὶ Χαρίτων.ἔξοχα δʼ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει,ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις.ἀλλʼ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος,οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε,μᾶλλον δʼ ἀκτῖνας, δέσποτα, πυρσοβόλους.ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι·οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις.Καρὸν γνῶθι σοφῶν τῶν ἑπτά τις, εἶπε, Φίλιππεπάντα γὰρ ἀκμάζοντʼ ἐστὶν ἐραστότερα·καὶ σίκυος πρῶτός που; ἐπʼ ἀνδήροισιν ὁραθεὶςτίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος.ἡλικίης φίλος εἰμὶ καὶ οὐδένα παῖδα προτάσσω,πρὸς τὸ καλὸν κρίνων ἄλλο γὰρ ἄλλος ἔχει.ἄρκιον ἤδη μοι πόσιος μέτρον εὐσταθίη γὰρλύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος.χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω,πολλάκι πειράζων, τοὺς ἀνακεκλιμένους.ἤδη δʼ οὐκέτι μοῦνον ἐπʼ οἰνοχόον σεσόβημαι,ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον.μισῶ δυσπερίληπτα φιλήματα, καὶ μαχιμώδεις