τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισινχείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος,ἀλλʼ ἐπʼ ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατʼ οἴκουςκαὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον;μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλʼ ἐπίνευσονὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· πρόαγε.οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα·οὐδʼ ἀμάρης, ποταμοῦ δʼ ἐστὶν ἑτοιμότερος.τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμουςπαῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα,ὥσπερ σῦκα πέτραισιν ἐπʼ ἀκρολόφοισι πέπειραἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες.ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον,Μέντορ, τηρήσεις, μηδὲ τὸ χαῖρε λέγων,ὡς μέλλων αἰῶνα μένειν νέος, ἢ διὰ παντὸςὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε.ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστονκαὶ τότʼ ἐπιγνώσῃ τί σπάνις ἐστὶ φίλων.πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις,μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος;ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδονφθόγγον, ἀπʼ ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην.πλὴν οὐ βασκαίνω· μελέτα μόνον ἀμφοτέρους δὲκρούων, τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε.εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι,τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών.τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής,ἆ μάκαρ· εἰ δʼ ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει.ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλειτῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος.θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην,ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω.οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδʼ ὄναρ οὗτος ὁ πώγωνἤλυθε· πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον,καὶ τριχὶ πάντʼ ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τίτὸ θαῦμα;ἐχθὲς Τρωίλος ὤν, πῶς ἐγένου Πρίαμος;οὐ τέρπουσι κόμαι με, περισσότεροί τε κίκιννοι,τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι·ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης,