πᾶσι λέγω. ψυχῆς ἐστὶν Ἔρως ἀκόνη.οὐ δύναμαί σε θέλων θέσθαι φίλον οὔτε γὰρ αἰτεῖς,οὔτʼ αἰτοῦντι δίδως, οὔθʼ ἃ δίδωμι δέχῃ.ὁ Ζεὺς Αἰθιόπων πάλι τέρπεται εἰλαπίναισιν,ἢ χρυσὸς Δανάης εἵρπυσεν εἰς θαλάμους·θαῦμα γὰρ εἰ Περίανδρον ἰδὼν οὐχ ἥρπασε γαίηςτὸν καλὸν ἢ φιλόπαις οὐκέτι νῦν ὁ θεός.Κλέψομεν ἄχρι τίνος τὰ φιλήματα, καὶ τὰ λαθραῖανεύσομεν ἀλλήλοις ὄμμασι φειδομένοις;μέχρι τίνος δʼ ἀτέλεστα λαλήσομεν, ἀμβολίαισιζευγνύντες κενεὰς ἔμπαλιν ἀμβολίας;μέλλοντες τὸ καλὸν δαπανήσομεν ἀλλὰ πρὶν ἐλθεῖντὰς φθονεράς, Φείδων, θῶμεν ἐπʼ ἔργα λόγοις.ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ,Ἤλισσος πλήρης τῶν ἐς ἔρωτʼ ἐτέων,αὐτὰ τὰ καίριʼ ἔχων ἑκκαίδεκα, καὶ μετὰ τούτωνπάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας,καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι, καὶ τὸ φιλῆσαιχείλεα, καὶ τὸ λαβεῖν ἔνδον, ἀμεμπτότατον.καὶ τί πάθω; φησὶν γὰρ ὁρᾶν μόνον ἦ ῥʼ ἀγρυπνήσωπολλάκι, τῇ κενεῇ Κύπριδι χειρομαχῶν.Ἠγρεύθην ὁ πρόσθεν ἐγώ ποτε τοῖς δυσέρωσικώμοις ἠιθέων πολλάκις ἐγγελάσας·καὶ μʼ ἐπὶ σοῖς ὁ πτανὸς Ἔρως προθύροισι, Μυΐσκε,στῆσεν ἐπιγράψας σκῦλʼ ἀπὸ Σωφροσύνης.εἴ μοι χαρτὸς ἐμὸς Πολέμων καὶ σῶος ἀνέλθοι,οἷος α Δήλου κοίρανε, πεμπόμενος,ῥέξειν οὐκ ἀπόφημι τὸν ὀρθροβόην παρὰ βωμοῖςὄρνιν, ὃν εὐχωλαῖς ὡμολόγησα τεαῖς·εἰ δέ τι τῶν ὄντων τότε οἱ πλέον ἢ καὶ ἔλασσονἔλθοι ἔχων, λέλυται τοὐμὸν ὑποσχέσιον.ἦλθε δὲ σὺν πώγωνι. τόδʼ εἰ φίλον αὐτὸς ἑαυτῷεὔξατο, τὴν θυσίην πρᾶσσε τὸν εὐξάμενον.σῶόν μοι Πολέμωνα μολεῖν, ὅτʼ ἔπεμπον, Ἀπόλλωᾐτούμην, θυσίην ὄρνιν ὑποσχόμενος.ἦλθε δέ μοι Πολέμων λάσιος γένυν. οὐ μὰ σέ, Φοῖβε,ἦλθεν ἐμοί, πικρῷ δʼ ἐξέφυγέν με τάχει.οὐκέτι σοι θύω τὸν ἀλέκτορα. μή με σοφίζου,κωφήν μοι σταχύων ἀντιδιδοὺς καλάμην.εἴ μοι σῳζόμενος Πολέμων ὃν ἔπεμπον ἀνέλθοι