ἢ μὴ ζηλοτύπει δούλοις ἐπὶ παισὶν ἑταίρους,ἢ μὴ θηλυπρεπεῖς οἰνοχόους πάρεχε.τίς γὰρ ἀνὴρ ἐς ἔρωτʼ ἀδαμάντινος; ἢ τίς ἀτειρὴςοἴνῳ; τίς δὲ καλοὺς οὐ περίεργα βλέπει;ζώντων ἔργα τάδʼ ἐστὶν ὅπου δʼ οὐκ εἰσὶν ἔρωτεςοὐδὲ μέθαι, Διοφῶν, ἢν ἐθέλῃς, ἄπιθι·κἀκεῖ Τειρεσίην ἢ Τάνταλον ἐς πότον ἕλκε,τὸν μὲν ἐπʼ οὐδὲν ἰδεῖν, τὸν δʼ ἐπὶ μοῦνον ἰδεῖν.στυγνὸς δὴ τί, Μένιππε, κατεσκέπασαι μέχρι πέζηςὁ πρὶν ἐπʼ ἰγνύης λῶπος ἀνελκόμενος;ἢ τί κάτω κύψας με παρέδραμες, οὐδὲ προσειπών;οἶδα τί με κρύπτεις· ἤλυθον ἃς ἔλεγον,ἑσπερίην Μοῖρίς με, καθʼ ἣν ὑγιαίνομεν ὥρην,οὐκ οἶδʼ εἴτε σαφῶς, εἴτʼ ὄναρ, ἠσπάσατο.ἤδη γὰρ τὰ μὲν ἄλλα μάλʼ ἀτρεκέως ἐνόησα,χὠκόσα μοι προσέφη, χὠκόσ’ ἐπυνθάνετοεἰ δέ με καὶ πεφίληκε τεκμαίρομαι· εἰ γὰρ ἀληθές,πῶς ἀποθειωθεὶς πλάζομʼ ἐπιχθόνιος;Ἐξεφλέγην, ὅτε Θεῦδις ἐλάμπετο παισὶν ἐν ἄλλοις,οἷος ἐπαντέλλων ἀστράσιν ἠέλιος,τοὔνεκʼ ἔτι φλέγομαι καὶ νῦν, ὅτε νυκτὶ λαχνοῦται·δυόμενος γάρ, ὅμως ἥλιός ἐστιν ἔτι.ὤμοσά σοι, Κρονίδη, μηπώποτε, μηδʼ ἐμοὶ αὐτῷἐξειπεῖν ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν.ψυχὴ δʼ ἡ δυσάπιστος ἀγαλλομένη πεπότηταιἠέρι, καὶ στέξαι τἀγαθὸν οὐ δύναται·ἀλλʼ ἐρέω, σύγγνωθι σύ μοι, Κεῖνος δὲ πέπεισται.Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης;καῦμὰ μʼ ἔχει μέγα δή τι· σὺ δʼ, ὦ παῖ, παύεο λεπτὸνἠέρι δινεύων ἐγγὺς ἐμεῖο λίνον.ἄλλο τι πῦρ ἐμοῦ ἔνδον ἔχω κυάθοισιν ἀναφθέν,καὶ περὶ σῇ ῥιπῇ μᾶλλον ἐγειρόμενον.ψεύδεα μυθίζουσι, Θεόκλεες, ὡς ἀγαθαὶ μὲναἱ Χάριτες, τρισσαὶ δʼ εἰσὶ κατʼ Ὀρχομενὸνπεντάκι γὰρ δέκα σεῖο περισκιρτῶσι πρόσωπα,τοξοβόλοι, ψυχέων ἅρπαγες ἀλλοτρίων.ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς, ὅτʼ ἔρωτος ἀπέσβηπυρσός, ὅτʼ οὐδʼ ἄλλως ἡδὺν ἔχω σε φίλον.μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι,ὀψὲ μέν, ἀλλʼ ἐχέτω καὶ μετάνοια τόπον.