ἢ μὴ δὴ τόξοις ἔτι βάλλετὲ μʼ, ἀλλὰ κεραυνοῖς·ναὶ πάντως τέφρην θέσθε με κἀνθρακιήν.ναί, ναί, βάλλετʼ, Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις,ἐξ ὑμέων τοῦτʼ οὖν, εἴ γέ τι, βούλομʼ ἔχειν.χειμέριον μὲν πνεῦμα· φέρει δʼ ἐπὶ σοί με, Μυΐσκε,ἁρπαστὸν κώμοις ὁ γλυκύδακρυς Ἔρως.χειμαίνει δὲ βαρὺς πνεύσας Πόθος, ἀλλὰ μʼ ἐς ὅρμονδέξαι, τὸν ναύτην Κύπριδος ἐν πελάγει.Ναννοῦς καὶ Λύδης ἐπίχει δύο, καὶ φιλεράστουΜιμνέρμου, καὶ τοῦ σώφρονος Ἀντιμάχου·συγκέρασον τὸν πέμπτον ἐμοῦ· τὸν δʼ ἕκτον ἑκάστου,Ἡλιόδωρʼ, εἴπας, ὅστις ἐρῶν ἔτυχενἕβδομον Ἡσιόδου, τὸν δʼ ὄγδοον εἶπον Ὁμήρου,τὸν δʼ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον.μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δʼ ἔρωτεςνήφοντʼ οἰνωθέντʼ οὐχὶ λίην ἄχαριν.ἐξέφυγον, Θεόδωρε, τὸ σὸν βάρος. ἀλλʼ ὅσον εἴπαςἐξέφυγον τὸν ἐμὸν δαίμονα πικρότατον,πικρότερός με κατέσχεν. Ἀριστοκράτει δὲ λατρεύωνμυρία, δεσπόσυνον καὶ τρίτον ἐκδέχομαι.σπονδὴ καὶ λιβανωτέ, καὶ οἱ κρητῆρι μιγέντεςδαίμονες, οἳ φιλίης τέρματʼ ἐμῆς ἔχετε,ὑμέας, ὦ σεμνοί, μαρτύρομαι, οὓς ὁ μελίχρωςκοῦρος Ἀθήναιος πάντας ἐπωμόσατο.τὸν καλόν, ὡς ἔλαβες, κομίσαις πάλι πρός με θεωρὸνΕὐφραγόρην, ἀνέμων πρηΰτατε Ζέφυρε,εἰς ὀλίγων τείνας μηνῶν μέτρον ὡς καὶ ὁ μικρὸςμυριέτης κέκριται τῷ φιλέοντι χρόνος.εἰ μισεῖν πόνος ἐστί, φιλεῖν πόνος, ἐκ δύο λυγρῶναἱροῦμαι χρηστῆς ἕλκος ἔχειν ὀδύνης.Δημώ με κτείνει καὶ Θέρμιον ἡ μὲν ἑταίρη,Δημονόη ˘ δʼ οὔπω Κύπριν ἐπισταμένη.καὶ τῆς μὲν ψαύω· τῆς δʼ οὐ θέμις. οὐ μὰ σέ, Κύπρι,οὐκ οἶδʼ ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην.Δημάριον λέξω τὴν παρθένον οὐ γὰρ ἕτοιμαβούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον.μέχρι τίνος πολεμεῖς μʼ, ὦ φίλτατε Κῦρε; τί ποιεῖς;τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι.μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν,καί σε ποιήσουσιν ταὶ τρίχες Ἀστυάγην.