ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς·ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας.ἀλλὰ σὺ τὸν στέργοντʼ ἀπαναίνεαι, οὐδέ σε θέλγειοὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης.ἵλαθʼ, ἄναξ, ἵληθι· σὲ γὰρ θεὸν ὥρισε Δαίμωνἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου.ἐν σοὶ τἀμά, Μυΐσκε, βίου πρυμνήσἰ ἀνῆπται·ἐν σοὶ καὶ ψυχῆς πνεῦμα τὸ λειφθὲν ἔτι.ναὶ γὰρ δὴ τὰ σά, κοῦρε, τὰ καὶ κωφοῖσι λαλεῦνταὄμματα, καὶ μὰ τὸ σὸν φαιδρὸν ἐπισκύνιον,ἤν μοι συννεφὲς ὄμμα βάλῃς ποτέ, χεῖμα δέδορκα·ἢν δʼ ἱλαρὸν βλέψῃς, ἠδὺ τέθηλεν ἔαρ,θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίηνοἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης.οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτοςνῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα.καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆςτῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις.Δόρκιον ἡ φιλέφηβος ἐπίσταται, ὡς ἁπαλὸς παῖς,ἕσθαι πανδήμου Κύπριδος ὠκὺ βέλος,ἵμερον ἀστράπτουσα κατʼ ὄμματος, ἠδʼ ὑπὲρ ὤμωνσὺν πετάσῳ γυμνὸν μηρὸν ἔφαινε χλαμύς.οὔπω τοξοφορῶν οὐδʼ ἄγριος,˘ ἀλλὰ νεογνὸςοὑμὸς Ἔρως παρὰ τὴν Κύπριν ὑποστρέφεται,δέλτον ἔχων χρυσέην τὰ Φιλοκράτεος δὲ Διαύλουτραυλίζει ψυχῆς φίλτρα κατʼ Ἀντιγένους.εὗρεν Ἔρως τί καλῷ μίξει καλόν, οὐχὶ μάραγδονχρυσῷ, ὃ μήτʼ ἀνθεῖ, μήτε γένοιτʼ ἐν ἴσῳ,οὐδʼ ἐλέφαντʼ ἐβένῳ, λευκῷ μέλαν, ἀλλὰ ΚλέανδρονΕὐβιότῳ, πειθοῦς ἄνθεα καὶ φιλίης.ἡδὺ μὲν ἀκρήτῳ κεράσαι γλυκὺ νᾶμα μελισσῶνἡδὺ δὲ παιδοφιλεῖν καὐτὸν ἐόντα καλόν,οἷα τὸν ἁβροκόμην στέργει Κλεόβουλον Ἄλεξις·ἀθάνατον τούτω Κύπριδος οἰνόμελι.Λευκανθὴς Κλεόβουλος· ὁ δʼ ἀντία τοῦδε μελίχρουςΣώπολις, οἱ δισσοὶ Κύπριδος ἀνθοφόροι.τοὔνεκά μοι παίδων ἕπεται πόθος· οἱ γὰρ Ἔρωτεςἐκ λευκοῦ πλέξαι ˘ φασί με καί μέλανος.τοῦθʼ ὅ τί μοι λοιπὸν ψυχῆς, ὅ τι δή ποτʼ, Ἔρωτες,τοῦτό γʼ ἔχειν πρὸς θεῶν ἡσυχίην ἄφετε·