αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰτὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.ἔσθʼ ἁμὶν † χἀκαστὰς ἀφειδέα πρὸς τὸν Ἔρωτα.τοῦτʼ εἶπαι “Κείρευ τὰ πτερά, παιδάριον·οὐδʼ ὅσον ἀττάραγόν σε δεδοίκαμες · αἱ γὰρ ἐπῳδαὶοἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.”εἲ τινά που παίδων ἐρατώτατον ἄνθος ἔχονταεἶδες, ἀδιστάκτως εἶδες Ἀπολλόδοτον.εἰ δʼ ἐσιδών, ὦ ξεῖνε, πυριφλέκτοισι πόθοισινοὐκ ἐδάμης, πάντως ἢ θεὸς ἢ λίθος εἶ.Μάγνης Ἡράκλειτος, ἐμοὶ πόθος, οὔτι σίδηρονπέτρῳ, πνεῦμα δʼ ἐμὸν κάλλει ἐφελκόμενος.πρόσθε μοι Ἀρχεάδης ἐθλίβετο· νῦν δὲ τάλαινανοὐδʼ ὅσσον παίζων εἰς ἔμʼ ἐπιστρέφεται.οὐδʼ ὁ μελιχρὸς Ἔρως ἀεὶ γλυκύς· ἀλλʼ ἀνιήσαςπολλάκις ἡδίων γίνετʼ ἐρῶσι θεός.ἡδὺς ὁ παῖς, καὶ τοὔνομʼ ἐμοὶ γλυκύς ἐστι Μυΐσκοςκαὶ χαρίεις· τίνʼ ἔχω μὴ οὐχὶ φιλεῖν πρόφασιν;καλὸς γάρ, ναὶ Κύπριν, ὅλος καλός· εἰ δʼ ἀνιηρός,οἶδε τὸ πικρὸν Ἔρως συγκεράσαι μέλιτι,μὴ μʼ εἴπῃς πάλιν ὧδε. τί δʼ αἴτιος; αὐτὸς ἔπεμψε.δεύτερον οὖν φήσεις; δεύτερον. εἶπεν Ἴθι.ἀλλʼ ἔρχευ, μὴ μέλλε. μένουσί σε. πρῶτον ἐκείνουςεὑρήσω, χἤξω· τὸ τρίτον οἶδα πάλαι.εἰαρινῷ χειμῶνι πανείκελος, ὦ Διόδωρε,οὑμὸς ἔρως, ἀσαφεῖ κρινόμενος πελάγει·καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δʼ αὖτεεὔδιος, ἁβρὰ γελῶν δʼ ὄμμασιν ἐκκέχυσαι.τυφλὰ δʼ, ὅπως ναυηγὸς ἐν οἴδματι, κύματα μετρῶνδινεῦμαι, μεγάλῳ χείματι πλαζόμενος.ἀλλά μοι ἢ φιλίης ἔκθες σκοπὸν ἢ πάλι μίσους,ὡς εἰδῶ ποτέρῳ κύματι νηχόμεθα.Κύπρις ἐμοὶ ναύκληρος, Ἔρως δʼ οἴακα φυλάσσειἄκρον ἔχων ψυχῆς ἐν χερὶ πηδάλιονχειμαίνει δʼ ὁ βαρὺς πνεύσας Πόθος, οὕνεκα δὴ νῦνπαμφύλῳ παίδων νήχομαι ἐν πελάγει.σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις,ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν,