κόσσυφον ἀγρεύσας, εἷλε κατὰ πτερύγωνχὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.ἀλλʼ ἐγώ, ὦ φίλʼ Ἔρως, καὶ θαλεραὶ Χάριτες,εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνουἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρν βάλω.Ἑρμῆ, τοξευθεὶς ἐξέσπασε πικρὸν ὀιστὸνἐφήβῳ.κἠγὼ τὴν αὐτήν, ξεῖνε, λέλογχα τύχην.ἀλλὰ μʼ Ἀπολλοφάνους τρύχει πόθος. ὦ “ φιλάεθλε,ἔφθασας· εἰς ἓν πῦρ οἱ δύʼ ἐνηλάμεθα.’”τί κλαίεις, φρενολῃστά; τί δʼ ἄγρια τόξα καὶ ἰοὺςἔρριψας, διφυῆ ταρσὸν ἀνεὶς πτερύγων;ἦ ῥά γε καὶ σὲ Μυΐσκος ὁ δύσμαχος ὄμμασιν αἴθει;ὡς μόλις οἷʼ ἔδρας πρόσθε παθὼν ἔμαθες.παύετε, παιδοφίλαι, κενεὸν πόνον· ἴσχετε μόχθων,δύσφρονες· ἀπρήκτοις ἐλπίσι μαινόμεθα.ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα, κἀπὸ Λιβύσσηςψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα,ἶσον καὶ παίδων στέργειν πόθον, οἷς τὸ κεναυχὲςκάλλος ἐνὶ χθονίοις ἡδὺ τʼ ἐν ἀθανάτοις.δέρκεσθʼ εἰς ἐμὲ πάντες· ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶνμόχθος ἐπὶ ξηροῖς ἐκκέχυτʼ αἰγιαλοῖς.Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰςμυρία, καὶ στήσας δίκτυα καὶ στάλικας,σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δʼ ἀμόγητοιτἀμὰ φέρουσιν, Ἔρως· οἷς σὺ γένοιο βαρύς.Ἅρπασται τίς τόσσον ἐναιχμάσαι ἄγριος εἴη;τίς τόσος ἀντᾶραι καὶ πρὸς Ἔρωτα μάχην;ἅπτε τάχος πεύκας. καίτοι κτύπος· Ἡλιοδώρας.βαῖνε πάλιν στέρνων ἐντὸς ἐμῶν, κραδίη.οἶδʼ ὅτι μου πλούτου κενεαὶ χέρες· ἀλλά, Μένιππε,μὴ λέγε, πρὸς Χαρίτων, τοὐμὸν ὄνειρον ἐμοί.ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούωνναί, φίλε, τῶν παρὰ σοῦ τοῦτʼ ἀνεραστότατον.Ληφθήσῃ, περίφευγε, Μενέκρατες· εἶπα Πανήμουεἰκάδι, καὶ Λώου τῇ — τίνι; τῇ δεκάτῃἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖγʼ ἐμὸς ἐμὸς,εὖγʼ ἐμὸς οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰντὠραμένῳ ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.