τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί.ὤπτηται μέγα δή τι· μὰ δαίμονας, οὐκ ἀπὸ ῥυσμοῦεἰκάζω· φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖνἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις.καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε, καί τι κατηφὲςἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.ὄρνιθες ψίθυροι, τί κεκράγατε; μὴ μʼ ἀνιᾶτε,τὸν τρυφερῇ παιδὸς σαρκὶ χλιαινόμενον,ἑζόμεναι πετάλοισιν ἀηδόνες· εὗδε λάληθρονθῆλυ γένος, δέομαι, μείνατʼ ἐφʼ ἡσυχίης.Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε,ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον,γαῦρος ὑπὲρ κοίτας, ὅτε μοι βραχὺ τοῦτʼ ἔτι νυκτὸςζῇ τὸ φιλεῖν, ἐπʼ ἐμαῖς δʼ ἁδὺ γελᾷς ὀδύναις.ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον,ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.Ἄμπελε, μήποτε φύλλα χαμαὶ σπεύδουσα βαλέσθαιδείδιας ἑσπέριον Πλειάδα δυομέναν;μεῖνον ἐπʼ Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν γλυκὺν ὕπνον,ἐς τότε, τοῖς καλοῖς πάντα χαριζομένα.ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ,ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ·οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθειτοῖχον ὑποτρώγων ἡσύχιος ποταμός.τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺςοὗτος ὁ † σειγαρνης εἰς τὸν ἔρωτα βάλῃ.τὸν καλὸν ὡς ἰδόμαν Ἀρχέστρατον, οὐ μὰ τὸν Ἑρμᾶν,οὐ καλὸν αὐτὸν ἔφαν· οὐ γὰρ ἄγαν ἐδόκει.εἶπα, καὶ ἁ Νέμεσίς με συνάρπασε, κεὐθὺς ἐκείμανἐν πυρί, παῖς ˘ δʼ ἐπʼ ἐμοὶ Ζεὺς ἐκεραυνοβόλει.τὸν παῖδʼ ἱλασόμεσθʼ, ἢ τὰν θεόν; ἀλλὰ θεοῦ μοιἔστιν ὁ παῖς κρέσσων χαιρέτω ἁ Νέμεσις.ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶνθυμὲ μαθών Θήρων σοὶ καλὸς οὐκ ἐφάνη·σοὶ καλὸς οὐκ ἐφάνη Θήρων ἀλλʼ αὐτὸς ὑπέστης,οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον.τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαιδεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις.ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ