τερπνός· νῦν δὲ Πόθων σκῆπτρα Δίων ἐχέτω.Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός· αἵ δὲ Κορίνθουστῆλαι, καὶ Μεγαρέων ταὐτὸ ˘ βοῶσι τάφοι·γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου,ὡς καλός. ἀλλʼ ὀλίγον ˘ γράμμασι λειπόμεθα·τῷδʼ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς ˘αὐτὸς ἰδών ἑτέρου δʼ ἐστὶ περισσότερος.εἶπα, καὶ αὖ πάλιν εἶπα· καλός, καλός· ἀλλʼ ἔτι φήσω,ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος.οὐ δρυός, οὐδʼ ἐλάτης ἐχαράξαμεν, οὐδʼ ἐπὶ τοίχουτοῦτʼ ἔπος· ἀλλʼ ἐν ἐμῇ καῦσεν ˘ Ἔρως κραδίᾳ.εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον,ψεύδετʼ ἐγὼ δʼ ὁ λέγων τἀτρεκὲς οἶδα μόνος.ἃ Κύπρον, ἅ τε Κύθηρα, καὶ ἃ Μίλητον ἐποιχνεῖς,καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον,ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴνοὐδέ ποτʼ οἰκείων ὦσεν ἀπὸ προθύρων.οὔ σοι ταῦτʼ ἐβόων, ψυχή; “ ναὶ Κύπριν, ἁλώσει,ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη·οὐκ” ἐβόων; εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖςσπαίρεις; αὐτὸς Ἔρως τὰ πτερά σου δέδεκεν,καὶ σ’ ἐπὶ πῦρ ἔστησε, μύροις δʼ ἔρρανε λιπόπνουν,δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖνἆ ψυχὴ βαρύμοχθε, σὺ δʼ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ,ἄρτι δʼ ἀναψύχεις, πνεῦμʼ ἀναλεξαμένη.τί κλαίεις; τὸν ἄτεγκτον ὅτʼ ἐν κόλποισιν Ἔρωταἔτρεφες, οὐκ ᾔδεις ὡς ἐπὶ σοὶ τρέφετο;οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων,πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα.αὐτὴ ταῦθʼ εἵλου· φέρε τὸν πόνον. ἄξια πάσχειςὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι.διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα,εἶπα τότʼ αὐχμηρὰν δίψαν ἀποπροφυγών“ Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευςπίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ;καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσαςἈντίοχον, ψυχῆς ἡδὺ πέπωκα μέλι.”ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν ὡς ἀνιηρὸνπνεῦμα διὰ στηθέων, εἶδες, ἀνηγάγετο,τὸ τρίτον ἡνίκʼ ἔπινε· τὰ δὲ ῥόδα φυλλοβολεῦντα