καίρια, καὶ σιγῶν ὄμμασι τερπνὰ λαλεῖ.τηλόθι μοι πλάζοιτο. τί δὲ πλέον; ὡς γὰρ ὈλύμπουΖεὺς νέον οἶδεν ὁ παῖς μακρὰ κεραυνοβολεῖν.πυγμῇ νικήσαντα τὸν Ἀντικλέους Μενέχαρμονλημνίσκοις μαλακοῖς ἐστεφάνωσα δέκα,καὶ τρισσῶς ἐφίλησα πεφυρμένον αἵματι πολλῷ·ἀλλʼ ἐμοὶ ἦν σμύρνης κεῖνο μελιχρότερον.λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημονλάθριος ἀκρήβην τὸν χαρίεντʼ ἔκυσα.δειμαίνω·̆ καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρηναἰωρῶν καὶ δοὺς ᾤχετʼ ἀλεκτρυόνας,ἄλλοτε μειδιόων, ὁτὲ δʼ οὐ φίλος. ἀλλὰ μελισσέωνἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα;ἡδὺ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντοςὀκτωκαιδεκέτους παιδὸς ἔτʼ ἐν χλαμύδιἤγαγʼ Ἔρως ὑπὸ χλαῖναν ἐγὼ δʼ ἁπαλῷ περὶ χρωτὶστέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν.καὶ μʼ ἔτι νῦν θάλπει μνήμης πόθος· ὄμμασι δʼ ὕπνονἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω.ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ διʼ ὀνείρωνεἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.ἦρκταί μευ κραδίας ψαύειν πόνος· ἦ γὰρ ἀλύωνἀκρονυχεὶ ταύταν ἔκνισ’ ὁ θερμὸς Ἔρως·εἶπε δὲ μειδήσας· “ἕξεις πάλι τὸ γλυκὺ τραῦμαὦ δύσερως, λάβρῳ καιόμενος μέλιτι.”ἐξ οὗ δὴ νέον ἔρνος ἐν ἠϊθέοις Διόφαντονλεύσσων οὔτε φυγεῖν οὔτε μένειν δύναμαι.Εἰνόδιον στείχοντα μεσαμβρινὸν εἶδον Ἄλεξιν,ἄρτι κόμαν καρπῶν κειρομένου θέρεος.διπλαῖ δʼ ἀκτῖνές με κατέφλεγον· αἱ μὲν Ἔρωτος,παιδὸς ἀπʼ ὀφθαλμῶν, αἱ δὲ παρʼ ἠελίου.ἀλλʼ ἃς μὲν νὺξ αὖθις ἐκοίμισεν ἃς δʼ ἐν ὀνείροιςεἴδωλον μορφῆς μᾶλλον ἀνεφλόγισεν.λυσίπονος δʼ ἑτέροις ἐπʼ ἐμοὶ πόνον ὕπνος ἔτευξενἔμπνουν πῦρ ψυχῇ κάλλος ἀπεικονίσας.Αἰπολικαὶ σύριγγες, ἐν οὔρεσι μηκέτι Δάφνινφωνεῖτʼ, αἰγιβάτῃ Πανὶ χαριζόμεναι·μηδὲ σὺ τὸν στεφθέντα, λύρη, Φοίβοιο προφῆτι,δάφνῃ παρθενίῃ μέλφʼ Ὑάκινθον ἔτι.ἦν γὰρ ὅτʼ ἦν Δάφνις μὲν Ὀρειάσι,˘ σοὶ δʼ Ὑάκινθος