ἕσπερος, ἣν ἀπάγεις, λάθριος αὖθις ἄγων.ἄκρητον μανίην ἔπιον· μεθύων μέγα μύθοιςὥπλισμαι πολλὴν εἰς ὁδὸν ἀφροσύναν.κωμάσομαι τί δέ μοι βροντέων μέλει, ἢ τί κεραυνῶν;ἢν βάλλῃ;, τὸν ἔρωθʼ ὅπλον ἄτρωτον ἔχων.κωμάσομαι· μεθύω γὰρ ὅλος μέγα. παῖ, λάβε τοῦτοντὸν στέφανον, τὸν ἐμοῖς δάκρυσι λουόμενονμακρὴν δʼ οὐχὶ μάτην ὁδὸν ἵξομαι· ἔστι δʼ ἀωρὶκαὶ σκότος· ἀλλὰ μέγας φανὸς ἐμοὶ Θεμίσων.Βεβλήσθω κύβος· ἅπτε· πορεύσομαι. “ἠνίδε, τόλμα,οἰνοβαρές. τίνʼ ἔχεις φροντίδα;” Κωμάσομαικωμάσομαι; ποῖ, θυμέ, τρέπῃ; Τί δʼ ἔρωτι λογισμός;ἅπτε τάχος. ποῦ δʼ ἡ πρόσθε λόγων μελέτη;ἐρρίφθω σοφίας ὁ πολὺς πόνος· ἓν μόνον οἶδατοῦθʼ, ὅτι καὶ Ζηνὸς λῆμα καθεῖλεν Ἔρως.εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου·εἰ δʼ ἀέκων ἥκω, τὴν προπέτειαν ὄρα·ἄκρητος καὶ ἔρως μʼ ἠνάγκασαν ὧν ὁ μὲν αὐτῶνεἷλκεν, ὁ δʼ οὐκ εἴα σώφρονα θυμὸν ἔχειν,ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησατὴν φλιὴν εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικῶ.οἴσω, ναὶ μὰ σέ, Βάκχε, τὸ σὸν θράσος· ἁγέο, κώμωνἄρχε· θεὸς θνατὰν ἁνιόχει κραδίανἐν πυρὶ γενναθεὶς στέργεις φλόγα τὰν ἐν ἔρωτι,καί με πάλιν δήσας τὸν σὸν ἄγεις ἱκέτην.ἦ προδότας κἄπιστος ἔφυς· τεὰ δʼ ὄργια κρύπτειναὐδῶν, ἐκφαίνειν τἀμὰ σὺ νῦν ἐθέλεις.Εὐοπλῶ, καὶ πρὸς σὲ μαχήσομαι, οὐδʼ ἀπεροῦμαιθνητὸς ἐών σὺ δʼ, Ἔρως, μηκέτι μοι πρόσαγε.ἤν με λάβῃς μεθύοντʼ, ἄπαγʼ ἔκδοτον ἄχρι δὲ νήφω,τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω.ἦ ῥὰ νύ τοι, Κλεόνικε, διʼ ἀτραπιτοῖο κιόντιστεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες·καί σε ποτὶ ῥοδέαισιν ἐπηχύναντο χέρεσσιν,κοῦρε; πεποίησαι δʼ ἡλίκος ἐσσὶ χάρις.τηλόθι μοι μάλα χαῖρε· πυρὸς δʼ οὐκ ἀσφαλὲς ἆσσονἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.ὦ Χάριτες, τὸν καλὸν Ἀρισταγόρην ἐσιδοῦσαιἀντίον, εἰς τρυφερὰς ἠγκαλίσασθε χέρας·οὕνεκα καὶ μορφᾷ βάλλει φλόγα, καὶ γλυκυμυθεῖ