διφᾷ, καὶ πάσης ἴχνια δορκαλίδος,στίβῃ καὶ νιφετῷ κεχρημένος. ἢν δέ τις εἴπῃ,τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.χοὐμὸς ἔρως τοιόσδε· τὰ μὲν φεύγοντα διώκεινοἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέταται.οἶδα φιλεῖν φιλέοντας· ἐπίσταμαι, ἢν μʼ ἀδικᾖ τις,μισεῖν ἀμφοτέρων εἰμὶ γὰρ οὐκ ἀδαής.οὑμὸς ἔρως παρʼ ἐμοὶ μενέτω μόνον ἢν δὲ πρὸς ἄλλουςφοιτήσῃ, μισῶ κοινὸν ἔρωτα, Κύπρι,μικρὸς Ἔρως ἐκ μητρὸς ἔτʼ εὐθήρατος ἀποπτάς,ἐξ οἴκων ὑψοῦ Δάμιδος οὐ πέτομαι·ἀλλʼ αὐτοῦ, φιλέων τε καὶ ἀζήλωτα φιληθείς,οὐ πολλοῖς, εὐκρὰς δʼ εἷς ἑνὶ συμφέρομαι.ἓν καλὸν οἶδα τὸ πᾶν, ἕν μοι μόνον οἶδε τὸ λίχνονὄμμα, Μυΐσκον ὁρᾶν τἆλλα δὲ τυφλὸς ἐγώ.πάντα δʼ ἐκεῖνος ἐμοὶ φαντάζεται· ἆρʼ ἐσορῶσινὀφθαλμοὶ ψυχῇ πρὸς χάριν, οἱ κόλακες;τὸν καλόν, ὦ Χάριτες, Διονύσιον, εἰ μὲν ἕλοιτοτἀμά, καὶ εἰς ὥρας αὖθις ἄγοιτε καλὸνεἰ δʼ ἕτερον στέρξειε παρεὶς ἐμέ, μύρτον ἕωλονἐρρίφθω ξηροῖς φυρόμενον σκυβάλοις.εἰ μὲν ἐμὲ στέρξεις, εἴης ἰσόμοιρος, Ἄκρατε,Χίῳ, καὶ Χίου πουλὺ μελιχρότερος·εἰ δʼ ἕτερον κρίναις ἐμέθεν πλέον, ἀμφὶ σὲ βαίηκώνωψ ὀξηρῷ τυφόμενος κεράμῳ.ὁ τρυφερὸς Διόδωρος ἐς ἠιθέους φλόγα βάλλωνἤγρευται λαμυροῖς ὄμμασι Τιμαρίου,τὸ γλυκύπικρον Ἔρωτος ἔχων βέλος. ἦ τόδε καινὸνθάμβος ὁρῶ· φλέγεται πῦρ πυρὶ καιόμενον.ἤστραψε γλυκὺ κάλλος· ἰδοὺ φλόγας ὄμμασι βάλλει.ἆρα κεραυνομάχαν παῖδʼ ἀνέδειξεν Ἔρως;χαῖρε Πόθων ἀκτῖνα φέρων θνατοῖσι, Μυΐσκε,καὶ λάμποις ἐπὶ γᾷ πυρσὸς ἐμοὶ φίλιος.πτανὸς Ἔρως, σὺ δὲ ποσσὶ ταχύς· τὸ δὲ κάλλος ὁμοῖονἀμφοτέρων. τόξοις, Εὔβιε, λειπόμεθα.εὐφαμεῖτε νέοι· τὸν Ἔρωτʼ ἄγει Ἀρκεσίλαος,πορφυρέῃ δήσας Κύπριδος ἁρπεδόνῃ.καὐτὸς Ἔρως ὁ πτανὸς ἐν αἰθέρι δέσμιος ἥλω,ἀγρευθεὶς τοῖς σοῖς ὄμμασι, Τιμάριον.ἠοῦς ἄγγελε, χαῖρε, Φαεσφόρε, καὶ ταχὺς ἔλθοις