αἱ νέκυες ξηροῖς ἤκαχον ὀσταρίοις,ἅρπυιαι, δραχμῆς ξηρὴ δεκάς. ὦ ἐλεειναὶλειμώνων ἐτύμως, ἔρρετε, νυκτερίδες.τῷ Στρατονικείῳ πόλιν ἄλλην οἰκοδομεῖτε,ἢ τούτοις ἄλλην οἰκοδομεῖτε πόλιν.ἔστω μητρόπολις πρῶτον πόλις, εἶτα λεγέσθωμητρόπολις· μὴ νῦν, ἡνίκα μηδὲ πόλις.τὸν λεπτὸν φυσῶντα τὸ πῦρ Πρόκλον ἦρεν ὁ καπνός,καὶ διὰ τῶν θυρίδων ἔνθεν ἀπῆλθεν ἔχων.ἀλλὰ μόλις νεφέλῃ προσενήξατο, καὶ διʼ ἐκείνηςπροσκατέβη τρωθεὶς μυρία ταῖς ἀτόμοις.οὕτω κουφότατος πέλε Γάιος, ὥστʼ ἐκολύμβατοῦ ποδὸς ἐκκρεμάσας ἢ λίθον ἢ μόλιβον.ῥιπίζων ἐν ὕπνοις Δημήτριος Ἀρτεμιδώραντὴν λεπτήν, ἐκ τοῦ δώματος ἐξέβαλεν.ἐξαίρων ποτʼ ἄκανθαν ὁ λεπτακινὸς Διόδωροςαὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.ἐξ ἀτόμων Ἐπίκουρος ὅλον τὸν κόσμον ἔγραψενεἶναι, τοῦτο δοκῶν, Ἄλκιμε, λεπτότατον.εἰ δὲ τότʼ ἦν Διόφαντος, ἔγραψεν ἂν ἐκ Διοφάντου,τοῦ καὶ τῶν ἀτόμων πουλύ τι λεπτοτέρου,ἢ τὰ μὲν ἄλλʼ ἔγραψε συνεστάναι ἐξ ἀτόμων ἄν,ἐκ τούτου δʼ αὐτάς, Ἄλκιμε, τὰς ἀτόμους.ἱππεύων μύρμηκι Μενέστρατος, ὡς ἐλέφαντι,δύσμορος ἐξαπίνης ὕπτιος ἐξετάθη,λακτισθεὶς δʼ ὡς εἶχε τὸ καίριον, ὦ φθόνε, φησίν,οὕτως ἱππεύων ὤλετο καὶ Φαέθων.τὸν μέγαν ἐζήτουν Εὐμήκιον ὃς δʼ ἐκάθευδενμικρῷ ὑπʼ ὀξυβάφῳ τὰς χέρας ἐκτανύσας.ἀρθεὶς ἐξ αὔρης λεπτῆς ἐποτᾶτο διʼ αἴθρηςΧαιρήμων, ἀχύρου πολλὸν ἐλαφρότερος·καὶ τάχʼ ἂν ἐρροίζητο διʼ αἰθέρος, εἰ μὴ ἀράχνῃτοὺς πόδας ἐμπλεχθεὶς ὕπτιος ἐκρέματο.αὐτοῦ δὴ νύκτας τε καὶ ἤματα πέντε κρεμασθεὶςἑκταῖος κατέβη νήματι τῆς ἀράχνης.αἰγείρου φύλλῳ πεφορημένῳ ἐξ ἀνέμοιοπληγεὶς Χαιρήμων ὕπτιος ἐξετάθη.κεῖται δʼ ἢ Τιτυῷ ἐναλίγκιος, ἢ πάλι κάμπῃ,ἁπλώσας κατὰ γῆς σῶμα τὸ καννάβινον.Κόνων δίπηχυς, ἡ γυνὴ δὲ τεσσάρων