πρῶτος ἐκηρύχθην πεντετριαζόμενος,νύκτα μέσην ἐποίησε τρέχων ποτὲ Μάρκος ὁπλίτης,ὥστʼ ἀποκλεισθῆναι πάντοθε τὸ στάδιον.οἱ γὰρ δημόσιοι κεῖσθαί τινα πάντες ἔδοξανὁπλίτην τιμῆς εἵνεκα τῶν λιθίνων.καὶ τί γάρ; εἰς ὥρας ἠνοίγετο· καὶ τότε Μάρκοςἦλθε, προσελλείπων τῷ σταδίῳ στάδιον.τὸ στάδιον Περικλῆς εἴτʼ ἔδραμεν, εἴτʼ ἐκάθητο,οὐδεὶς οἶδεν ὅλως· δαιμόνιος βραδυτής.ὁ ψόφος ἦν ὕσπληγος ἐν οὔασι, καὶ στεφανοῦτοἄλλος, καὶ Περικλῆς δάκτυλον οὐ προέβη.Τιμόμαχον τὸν μακρὸν ὁ πεντόργυιος ἐχώρειοἶκος, ὑπὲρ γαίης πάντοτε κεκλιμένονστῆναι δʼ εἲ ποτʼ ἔχρῃζεν, ἔδει τοὺς παῖδας ἀπʼ ὄρθρουτὴν ὀροφὴν τρῆσαι πέντʼ ἐπὶ πέντε πόδας.τὴν μικρὴν παίζουσαν Ἐρώτιον ἥρπασε κώνωψ·ἡ δέ· τί, φησί, πάθω; Ζεῦ πάτερ, ἦ μʼ ἐθέλειςὁ βραχὺς Ἑρμογένης, ὅταν ἐκβάλῃ εἰς τὸ χαμαί τι,ἕλκει πρὸς τὰ κάτω τοῦτο δορυδρεπάνῳ.τῷ πατρὶ θυμωθείς, Διονύσιε, Μάρκος ὁ μικρός,πυρῆνα στήσας, αὑτὸν ἀπηγχόνισεν.ἐν καλάμῳ πήξας ἀθέρα Στρατόνικος ὁ λεπτός,καὶ τριχὸς ἐκδήσας, αὑτὸν ἀπηγχόνισενκαὶ τί γάρ; οὐχὶ κάτω βρῖσεν βαρύς· ἀλλʼ ὑπὲρ αὐτῶν,νηνεμίας οὔσης, νεκρὸς ἄνω πέταται.Γάιος ἐκπνεύσας τὸ πανύστατον ἐχθὲς ὁ λεπτὸςεἰς τὴν ἐκκομιδὴν οὐδὲν ἀφῆκεν ὅλως·καὶ πέρας εἰς ἀίδην καταβὰς οἷόσπερ ὅτʼ ἔζη,τῶν ὑπὸ γῆν σκελετῶν λεπτότατος πέταται.τὴν δὲ κενὴν κλίνην οἱ φράτορες ἦραν ἐπʼ ὤμων,ἐγγράψαντες ἄνω· Γάιος ἐκφέρεται.τῶν Ἐπικουρείων ἀτόμων ποτὲ Μάρκος ὁ λεπτός,τῇ κεφαλῇ τρήσας, εἰς τὸ μέσον διέβη.Σαλπίζων ἔπνευσεν ὅσον βραχὺ Μάρκος ὁ λεπτός,καὶ κατὰ τῆς κεφαλῆς ὀρθὸς ἀπῆλθε κάτω.τὸν μικρὸν Μάκρωνα θέρους κοιμώμενον εὑρὼνεἰς τρώγλην μικρὸς τοῦ ποδὸς εἵλκυσε μῦς.ὃς δʼ ἐν τῇ τρώγλῃ ψιλὸς τὸν μῦν ἀποπνίξας,Ζεῦ πάτερ, εἶπεν, ἔχεις δεύτερον Ἡρακλέα.Ἀρκάδας οὐχ οὕτω Στυμφαλίδες, ὡς ἐμὲ κίχλαι