τεθνήξῃ, μισῶν σαυτὸν ἕως θανάτου,Εἰκοσέτους σωθέντος Ὀδυσσέος εἰς τὰ πατρῷαἔγνω τὴν μορφὴν Ἄργος ἰδὼν ὁ κύων·ἀλλὰ σὺ πυκτεύσας, Στρατοφῶν, ἐπὶ τέσσαρας ὥρας,οὐ κυσὶν ἄγνωστος, τῇ δὲ πόλει γέγονας.ἢν ἐθέλῃς τὸ πρόσωπον ἰδεῖν ἐς ἔσοπτρον ἑαυτοῦ,οὐκ εἰμὶ Στρατοφῶν, αὐτὸς ἐρεῖς ὀμόσας.κόσκινον ἡ κεφαλή σου, Ἀπολλόφανες, γεγένηται,ἢ τῶν σητοκόπων βιβλαρίων τὰ κάτω·ὄντως μυρμήκων τρυπήματα λοξὰ καὶ ὀρθά,γράμματα τῶν λυρικῶν Λύδια καὶ Φρύγια.πλὴν ἀφόβως πύκτευε· καὶ ἢν τρωθῇς γὰρ ἄνωθεν,ταῦθʼ ὅσ’ ἔχεις, ἕξεις· πλείονα δʼ οὐ δύνασαι.πύκτης ὢν κατέλυσε Κλεόμβροτος· εἶτα γαμήσαςἔνδον ἔχει πληγῶν Ἴσθμια καὶ Νέμεα,γραῦν μαχίμην, τύπτουσαν Ὀλύμπια, καὶ τὰ παρʼ αὐτῷμᾶλλον ἰδεῖν φρίσσων ἤ ποτε τὸ στάδιον.ἂν γὰρ ἀναπνεύσῃ, δέρεται τὰς παντὸς ἀγῶνοςπληγάς, ὡς ἀποδῷ· κἂν ἀποδῷ, δέρεται.οἱ συναγωνισταὶ τὸν πυγμάχον ἐνθάδʼ ἔθηκανἎπιν οὐδένα γὰρ πώποτʼ ἐτραυμάτισεν.πᾶσαν ὅσαν Ἕλληνες ἀγωνοθετοῦσιν ἅμιλλανπυγμῆς, Ἀνδρόλεως πᾶσαν ἀγωνισάμανἔσχον δʼ ἐν Πίσῃ μὲν ἓν ὠτίον, ἐν δὲ Πλαταιαῖςἓν βλέφαρον· Πυθοῖ δʼ ἄπνοος ἐκφέρομαι·Δαμοτέλης δʼ ὁ πατὴρ καρύσσετο σὺν πολιήταιςἆραί με σταδίων ἢ νεκρὸν ἢ κολοβόν.πέντε μετʼ ἄλλων Χάρμος ἐν Ἀρκαδίᾳ δολιχεύων,θαῦμα μέν, ἀλλʼ ὄντως ἕβδομος ἐξέπεσεν.ἓξ ὄντων, τάχʼ ἐρεῖς, πῶς ἕβδομος ; εἷς φίλος αὐτοῦ,θάρσει, Χάρμε, λέγων, ἦλθεν ἐν ἱματίῳ.ἕβδομος οὖν οὕτω παραγίνεται· εἰ δʼ ἔτι πέντεεἶχε φίλους, ἦλθʼ ἄν, Ζωίλε, δωδέκατος.τὸν σταδιῆ πρῴην Ἐρασίστρατον ἡ μεγάλη γῆ,πάντων σειομένων, οὐκ ἐσάλευσε μόνον.οὔτε τάχιον ἐμοῦ τις ἐν ἀντιπάλοισιν ἔπιπτεν,οὔτε βράδιον ὅλως ἔδραμε τὸ στάδιονδίσκῳ μὲν γὰρ ὅλως οὐδʼ ἤγγισα, τοὺς δὲ πόδας μουἐξᾶραι πηδῶν ἴσχυον οὐδέποτε·κυλλὸς δʼ ἠκόντιζεν ἀμείνονα· πέντε δʼ ἀπʼ ἄθλων