νῦν δʼ ἑτέροις γήμας, ἀμφοτέρων στέρεται.ἤκμασε Νικονόη· κἀγὼ λέγω· ἤκμασε δʼ αὐτήἡνίκα Δευκαλίων ἄπλετον εἶδεν ὕδωρ.ταῦτα μὲν οὖν ἡμεῖς οὐκ οἴδαμεν, ἀλλʼ ὅτι ταύτηνοὐκ ἄνδρα ζητεῖν νῦν ἔδει, ἀλλὰ τάφον.ἡ πολιὴ κροτάφοισι Κυτώταρις, ἡ πολύμυθοςγραῖα, διʼ ἣν Νέστωρ οὐκέτι πρεσβύτατος,ἡ φάος ἀθρήσασ’ ἐλάφου πλέον, ἡ χερὶ λαιῇγῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη,ζώει καὶ λεύσσουσα καὶ ἀρτίπος, οἷά τε νύμφη,ὥστε με διστάζειν, μή τι πέπονθʼ Ἀίδης,γραῖα καλὴ ʽτί γάρ;ʼ οἶσθας ὅτʼ ἦν νέα· ἀλλὰ τότʼ ᾔτει,νῦν δʼ ἐθέλει δοῦναι μισθὸν ἐλαυνομένη.εὑρήσεις τεχνῖτιν ὅταν δὲ πίῃ, τότε μᾶλλονεἰς ὃ θέλεις αὐτὴν εὐεπίτακτον ἔχεις.πίνει γὰρ καὶ τρεῖς καὶ τέσσαρας, ἢν ἐθελήσῃς,ξέστας, κἀκ τούτου γίνετʼ ἄνω τὰ κάτω·κολλᾶται, κνίζει, παθικεύεται· ἤν τι διδῷ τις,λαμβάνει· ἢν μὴ δῷ, μισθὸν ἔχει τὸ πάθος.τὴν δύσκωφον γραῖαν, Ὀνήσιμε, πρὸς Διός, ἔξωἔκβαλε· πολλὰ λίην πράγματά μοι παρέχει.ἢν αὐτῇ τυροὺς ἁπαλοὺς εἴπωμεν ἐνέγκαι,οὐ τυρούς, πυροὺς δʼ ἔρχετʼ ἔχουσα νέους.πρῴην τὴν κεφαλὴν ἐπόνουν, καὶ πήγανον αὐτὴνᾔτουν ἡ δʼ ἔφερεν τήγανον ὀστράκινον.ἂν † ὀπὸν αἰτήσω, δοκὸν εἰσφέρει· ἄν, λάχανόν μοι.εἴπω δὸς πεινῶν, εὐθὺ φέρει λάσανον.ὄξος ἐὰν αἰτῶ, τόξον φέρει· ἂν δέ γε τόξον,ὄξος· ὅλως δʼ ὃ λέγω οὔποτʼ ἐπαισθάνεται.αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι,καὶ μελετᾶν ἔξω, νυκτὸς ἐγειρόμενον.οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ,ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα·εἶτʼ ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα,ὥστʼ ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος·εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ,καὶ κέκριτʼ ἀλλότριος, μηδὲν ὅμοιον ἔχων.ῥύγχος ἔχων τοιοῦτον, Ὀλυμπικέ, μήτʼ ἐπὶ κρήνηνἔλθῃς, μήτʼ ἐνόρα πρός τι διαυγὲς ὕδωρ.καὶ σὺ γάρ, ὡς Νάρκισσος, ἰδὼν τὸ πρόσωπον ἐναργές,