ἀνέρες, οἷσι μέμηλεν ἀπήμονος ὄργια Βάκχου,ἐλπίσιν ἡμερίδων ῥίψατε τὴν πενίην.αὐτὰρ ἐμοὶ κρητὴρ μὲν ἔοι δέπας, ἄγχι δὲ ληνὸςἀντὶ πίθου, λιπαρῆς ἔνδιον εὐφροσύνης.αὐτίκα δʼ ἡμετέροιο πιὼν κρητῆρα Λυαίουπαισὶ Καναστραίοις μάρναμαι, ἢν ἐθέλῃς.οὐ τρομέω δὲ θάλασσαν ἀμείλιχον, οὐδὲ κεραυνούς,πιστὸν ἀταρβήτου θάρσος ἔχων Βρομίου.ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχουἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.ἤδη δʼ ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοικισσύβια γλυκερῶν νήχεθʼ ὑπὲρ ῥοθίων,οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη,θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι.ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθημαρμαρυγῇς κάλλους νᾶμα κατηγλάισεν.πάντων δʼ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέωνἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ.τλήμονες, ἀλλʼ ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖντῆς δʼ ἄρʼ ὑπʼ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.λιμοῦ καὶ γραίης χαλεπὴ κρίσις. ἀργαλέον μὲνπεινῆν, ἡ κοίτη δʼ ἔστʼ ὀδυνηροτέρα.πεινῶν εὔχετο γραῦν κοιμώμενος εὔχετο λιμὸνΦίλλις· ἴδʼ ἀκλήρου παιδὸς ἀνωμαλίην.κἢν τείνῃς ῥακόεντα πολυτμήτοιο παρειῆςχρῶτα, καὶ ἀβλεφάρους ὦπας ἐπανθρακίσῃς,καὶ λευκὴν βάψῃς μέλανι τρίχα, καὶ πυρίφλεκταβοστρύχια κροτάφοις οὖλα περικρεμάσῃς,οὐδὲν ταῦτα, γελοῖα, καὶ ἢν ἔτι πλείονα ῥέξῃς,υ τετρηκόσιʼ ἐστὶν ἔχεις δὲ σὺ τοὺς ἐνιαυτοὺςδὶς τόσσους, τρυφερὴ Λαῒ κορωνεκάβη,Σισύφου ὦ μάμμη, καὶ Δευκαλίωνος ἀδελφή.βάπτε δὲ τὰς λευκάς, καὶ λέγε πᾶσι τατᾶ.τὰς τρίχας, ὦ Νίκυλλα, τινὲς βάπτειν σε λέγουσιν,ἃς σὺ μελαινοτάτας ἐξ ἀγορᾶς ἐπρίω.τὰς πολιὰς βάψασα Θεμιστονόη τρικόρωνοςγίνεται ἐξαπίνης οὐ νέα, ἀλλὰ Ῥέα.Γρῆϋν ἔγημε Φιλῖνος, ὅτʼ ἦν νέος· ἡνίκα πρέσβυς,δωδεκέτιν Παφίῃ δʼ ὥριος οὐδέποτε.τοιγὰρ ἄπαις διέμεινέ ποτε σπείρων ἐς ἄκαρπα·