οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδʼ ἀπʼ ἀριθμοῦτὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.πῖνε, γέρον, καὶ ζῆθι· μάτην δʼ ἄρα θεῖος Ὅμηροςτείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.ἤθελον οὐ χρυσόν τε καὶ ἄστεα μυρία γαίης,οὐδʼ ὅσα τὰς Θήβας εἶπεν Ὅμηρος ἔχεινἀλλʼ ἵνα μοι τροχόεσσα κύλιξ βλύσσειε Λυαίῳ,χείλεος ἀενάῳ νάματι λουομένου,καὶ γεραρῶν συνέπινε λάλος χορός, οἱ δὲ περισσοὶἀνέρες ἐργατίναι κάμνον ἐφʼ ἡμερίσιν.οὗτος ἐμοὶ πολὺς ὄλβος, ἀεὶ φίλος· οὐδʼ ἀλεγίζωτῶν χρυσέων ὑπάτων, τὴν φιάλην κατέχων.Χανδοπόται, βασιλῆος ἀεθλητῆρες Ἰάκχου,ἔργα κυπελλομάχου στήσομεν εἰλαπίνης,Ἰκαρίου σπένδοντες ἀφειδέα δῶρα Λυαίου·ἄλλοισιν μελέτω Τριπτολέμοιο γέρα,ᾗχι βόες, καὶ ἄροτρα, καὶ ἱστοβοεύς, καὶ ἐχέτλη,καὶ στάχυς, ἁρπαμένης ἴχνια Φερσεφόνης.εἴ ποτε δὲ στομάτεσσι βαλεῖν τινα βρῶσιν ἀνάγκη,ἀσταφὶς οἰνοπόταις ἄρκιος ἡ Βρομίου.σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ·ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις,σιτοδόκῳ δʼ ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοιγαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης·ταυροφόνων δʼ ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπωνθηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις·ὀστέα δʼ αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶνεἰξάτω οἷς Ἀίδης φίλτερος ἠελίου·ἡμῖν δʼ ὀλβιόδωρον ἀεὶ μέθυ καὶ βόσις ἔστωκαὶ ποτὸν ἀμβροσίην δʼ ἄλλος ἔχειν ἐθέλοι.χθιζὸν ἐμοὶ νοσέοντι παρίστατο δήιος ἀνὴρἰητρός, δεπάων νέκταρ ἀπειπάμενος·εἶπε δʼ ὕδωρ πίνειν ἀνεμώλιος, οὐδʼ ἐδιδάχθη,ὅττι μένος μερόπων οἶνον Ὅμηρος ἔφη.πᾶσι θανεῖν μερόπεσσιν ὀφείλεται, οὐδέ τις ἐστὶναὔριον εἰ ζήσει θνητὸς ἐπιστάμενος.τοῦτο σαφῶς, ἄνθρωπε, μαθὼν εὔφραινε σεαυτόν,λήθην τοῦ θανάτου τὸν Βρόμιον κατέχων.τέρπεο καὶ Παφίῃ, τὸν ἐφημέριον βίον ἕλκων·τἆλλα δὲ πάντα Τύχῃ πράγματα δὸς διέπειν.