καὶ βότρυας γελῶντας,σὺν τῷ καλῷ Λυαίῳ.Βάκχου μέτρον ἄριστον, ὃ μὴ πολύ, μηδʼ ἐλάχιστον·ἔστι γάρ ἢ λύπης αἴτιος ἢ μανίης.χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος·τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος·εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν Ἔρωτας,βαπτίζει δʼ ὕπνῳ γείτονι τοῦ θανάτου.εὐδαίμων, πρῶτον μὲν ὁ μηδενὶ μηδὲν ὀφείλων·εἶτα δʼ ὁ μὴ γήμας τὸ τρίτον, ὅστις ἄπαις.ἢν δὲ μανεὶς γήμῃ τις, ἔχει χάριν, ἢν κατορύξῃεὐθὺς τὴν γαμετήν, προῖκα λαβὼν μεγάλην.ταῦτʼ εἰδὼς σοφὸς ἴσθι μάτην δʼ Ἐπίκουρον ἔασονποῦ τὸ κενὸν ζητεῖν, καὶ τίνες αἱ μονάδες.τῆς ὥρας ἀπόλαυε· παρακμάζει ταχὺ πάντα·ἓν θέρος ἐξ ἐρίφου τρηχὺν ἔθηκε τράγον.Παιδείῳ, Θρασύβουλε, σαγηνευθεὶς ὑπʼ ἔρωτιἀσθμαίνεις, δελφὶς ὥς τις ἐπʼ αἰγιαλοῦκύματος ἱμείρων δρέπανον δέ σοι οὐδὲ τὸ Περσέωςἀρκεῖ ἀποτμῆξαι δίκτυον ᾧ δέδεσαι.τὸ ῥόδον ἀκμάζει βαιὸν χρόνον ἢν δὲ παρέλθῃ,ζητῶν εὑρήσεις οὐ ῥόδον, ἀλλὰ βάτον.γηραλέον με γυναῖκες ἀποσκώπτουσι, λέγουσαιεἰς τὸ κάτοπτρον ὁρᾶν λεσίψανον ἡλικίης.ἀλλʼ ἐγὼ εἰ λευκὰς φορέω τρίχας, εἴτε μελαίνας,οὐκ ἀλέγω, βιότου πρὸς τέλος ἐρχόμενος.εὐόδμοις δὲ μύροισι καὶ εὐπετάλοις στεφάνοισικαὶ Βρομίῳ παύω φροντίδας ἀργαλέας.δὸς πιέειν, ἵνα Βάκχος ἀποσκεδάσειε μερίμνας,ἂψ ἀναθερμαίνων ψυχομένην κραδίην.πῖνε καὶ εὐφραίνου· τί γάρ αὔριον, ἢ τί τὸ μέλλον,οὐδεὶς γινώσκει. μὴ τρέχε, μὴ κοπία,ὡς δύνασαι, χάρισαι, μετάδος, φάγε, θνητὰ λογίζου·τὸ ζῆν τοῦ μὴ ζῆν οὐδὲν ὅλως ἀπέχει.πᾶς ὁ βίος τοιόσδε, ῥοπὴ μόνον ἂν προλάβῃς, σοῦ,ἂν δὲ θάνῃς, ἑτέρου πάντα, σὺ δʼ οὐδὲν ἔχεις.γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ ΒάκχῳΟἰνοπίων, ἔμπης δʼ οὐκ ἀπέθηκε δέπας·ἀλλʼ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρί,ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ.