δακνόμενος, λέξας· οὐκέτι με βλέπετε.ζωγράφε, τὰς μορφὰς κλέπτεις μόνον οὐ δύνασαι δὲφωνὴν συλῆσαι χρώματι πειθόμενος.ἢν ἐσίδῃς κεφαλὴν μαδαράν, καὶ στέρνα,, καὶ ὤμους,μηδὲν ἐρωτήσῃς· μῶρον ὁρᾷς φαλακρόν,θαυμάζειν μοι ἔπεισιν, ὅπως Βύτος ἐστὶ σοφιστὴς,οὔτε λόγον κοινόν, οὔτε λογισμὸν ἔχων.θᾶττον ἔην λευκοὺς κόρακας πτηνάς τε χελώναςεὑρεῖν, ἢ δόκιμον ῥήτορα Καππαδόκην.αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται,Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων.Κορινθίῳ πίστευε, καὶ μὴ χρῶ φίλῳ.τὸ μὲν Ἄργος ἵππιον, οἱ δʼ ἐνοικοῦντες λύκοι.Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.ὁ Πειραιεὺς κάρυον μέγʼ ἐστὶ καὶ κενόν.τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξενδῆμος Ἐρεχθῆος, καὶ τρὶς ἐπηγάγετο,τὸν μέγαν ἐν βουλῇ Πεισίστρατον, ὃς τὸν Ὅμηρονἤθροισα, σποράδην τὸ πρὶν ἀειδόμενονἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης,εἴπερ Ἀθηναῖοι Σμύρναν ἀπῳκίσαμεν.