Δήμητρος μεγάλας νύκτας ἴδῃς ἱερῶν,τῶν ἄπο κἠν ζωοῖσιν ἀκηδέα, κεὖτʼ ἂν ἵκηαιἐς πλεόνων, ἕξεις θυμὸν ἐλαφρότερον.δός μοι τοὐκ γαίης πεπονημένον ἁδὺ κύπελλον,ἇς γενόμην, καὶ ὑφʼ ᾇ κείσομʼ ἀποφθίμενος.αὔριον εἰς λιτήν σε καλιάδα, φίλτατε Πείσων,ἐξ ἐνάτης ἕλκει μουσοφιλὴς ἕταρος,εἰκάδα δειπνίζων ἐνιαύσιον· εἰ δʼ ἀπολείψειςοὔθατα καὶ Βρομίου χιογενῆ πρόποσιν,ἀλλʼ ἑτάρους ὄψει παναληθέας, ἀλλʼ ἐπακούσῃΦαιήκων γαίης πουλὺ μελιχρότερα·ἢν δέ ποτε στρέψῃς καὶ ἐς ἡμέας ὄμματα, Πείσων,ἄξομεν ἐκ λιτῆς εἰκάδα πιοτέρην.Αὐτοθελὴς ἥδιστος ἀεὶ πότος· ὃς δὲ κʼ ἀνάγκῃ,ὑβριστὴς οἴνῳ τʼ ἐστὶ καὶ οἰνοπότῃ.τὸν μὲν γὰρ γαίῃ προχέει κρύφα· τὸν δʼ ὑπὸ γαίῃπολλάκι πρὸς Λήθης ἤγαγε πικρὸν ὕδωρ.πουλυμεθεῖς χαίροιτε· τὸ δʼ ὁππόσον ἡδὺ ποθῆναι,μέτρον ἐμοὶ πάσης ἄρκιον εὐφροσύνης.ἄνθρωποι δείλης, ὅτε πίνομεν ἢν δὲ γένηταιὄρθρος, ἐπʼ ἀλλήλους θῆρες ἐγειρόμεθα.οὔ μοι μέλει τὰ Γύγεω,τοῦ Σαρδίων ἄνακτος,οὔθʼ αἱρέει με χρυσός,οὐκ αἰνέω τυράννους·ἐμοὶ μέλει μύροισικαταβρέχειν ὑπήνηνἐμοὶ μέλει ῥόδοισικαταστέφειν κάρηνα.τὸ σήμερον μέλει μοιτὸ δʼ αὔριον τίς οἶδεν;τὸν ἄργυρον τορεύσαςἭφαιστέ μοι ποίησονπανοπλίαν μὲν οὐχί,ποτήριον δὲ κοῖλονὅσον δύνῃ βάθυνον.ποίει δέ μοι κατʼ αὐτοῦμηδʼ ἄστρα, μηδʼ ἁμάξας,μὴ στυγνὸν Ὠρίωνα,ἀλλʼ ἀμπέλους χλοώσας,