τίς σοῦ, Μεντορίδη, προφανῶς οὕτως μετέθηκεντὴν πυγήν, οὗπερ τὸ στόμʼ ἔκειτο πρὸ τοῦ;βδεῖς γάρ, κοὐκ ἀναπνεῖς, φθέγγῃ δʼ ἐκ τῶν καταγείωθαῦμὰ μʼ ἔχει τὰ κάτω πῶς σου ἄνω γέγονεν.χρήματα καὶ πόρναις παραγίνεται· οὐκ ἀλεγίζω.μισείτω με τάλας χρυσὸς ὁ πορνοφίλας.ἐπὶ γυναικὶ πρεσβυτέρᾳ νέῳ ἐνοχλησάσῃ;ἄλλην δρῦν βαλάνιζε, Μενέσθιον οὐ γὰρ ἔγωγεἔκκαιρον μήλων προσδέχομαι ῥυτίδα·ἀλλʼ αἰεὶ πεπόθηκα συνακμάζουσαν ὀπώρην.ὥστε τί πειράζεις λευκὸν ἰδεῖν κόρακα;ἀντίον ἠελίου στήσας ῥίνα καὶ στόμα χάσκων,δείξεις τὰς ὥρας πᾶσι παρερχομένοις.αἱ πολιαὶ σὺν νῷ γεραρώτεραι· αἱ γὰρ ἄτερ νοῦμᾶλλον τῶν πολλῶν εἰσὶν ὄνειδος ἐτῶν.αἱ τρίχες, ἢν σιγᾷς, εἰσὶ φρένες· ἢν δὲ λαλήσῃς,ὡς αἱ τῆς ἥβης, οὐ φρένες, ἀλλὰ τρίχες.ἄν μὲν ἀπόντα λέγῃς με κακῶς, οὐδὲν ἀδικεῖς με,ἂν δὲ παρόντα καλῶς, ἴσθι κακῶς με λέγων.Βήσας, εἰ φρένας εἶχεν, ἀπήγχετο· νῦν δʼ ὑπʼ ἀνοίαςκαὶ ζῇ καὶ πλουτεῖ, καὶ μετὰ τὴν πάροδον.βάπτων πάντα, βαφεῦ, καὶ χρωματίοις μεταβάλλων,καὶ πενίην βάψας, πλούσιος ἐξεφάνης.γαίης ἐκ Γαλατῶν μηδʼ ἄνθεα, ἧς ἀπὸ κόλπωνἀνθρώποις ὀλέτειραι Ἐρινύες ἐβλάστησαν.γινώσκειν σε θέλω, Πλακιανέ, σαφῶς, ὅτι πᾶσαἔγχαλκος γραῖα πλουσία ἐστὶ σορός.γράμμα περισσὸν ἔχεις τὸ προκείμενον ἢν ἀφέλῃ τιςτοῦτό σοι, οἰκεῖον κτήσῃ ἁπλῶς ὄνομα.δαίμονα πολλὰ λαλῶν ὀζόστομος ἐξορκιστὴςἐξέβαλʼ, οὐχ ὅρκων, ἀλλὰ κόπρων δυνάμει.εἰς τί μάτην νίπτεις δέμας Ἰνδικόν; ἴσχεο τέχνης·οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.ἐν πᾶσιν μεθύουσιν Ἀκινδυνος ἤθελε νήφειν,τοὔνεκα καὶ μεθύειν αὐτὸς ἔδοξε μόνος.εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν,καὶ τράγος εὐπώγων αἶψʼ ὅλος ˘ ἐστὶ Πλάτων.εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχειςτοῖς ποσί σου τρῶγε, καὶ τρέχε τῷ στόματι,ἔσβεσε τὸν λύχνον μῶρος, ψυλλῶν ὑπὸ πολλῶν