μὴ τοίνυν τὸ πρόσωπον ἅπαν ψιμύθῳ κατάπλαττε,,ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπον ἔχειν.οὐδὲν γὰρ πλέον ἐστί· τί μαίνεαι; οὔποτε φῦκοςκαὶ ψίμυθος τεύξει τὴν Ἑκάβην Ἑλένην.τετράκις ἀμφορέως περὶ χείλεσι χείλεα θεῖσαΣειληνὶς πάσας ἐξερόφησε τρύγας.εὐχαίτα Διόνυσε, σὲ δʼ ὕδασιν οὐκ ἐμίηνενἀλλʼ οἷος πρώτης ἦλθες ἀπʼ οἰνοπέδης,τοῖόν σε προὔπινεν ἀφειδέως, ἄγγος ἔχουσαεἰσότε καὶ νεκύων ἦλθεν ἐπὶ ψάμαθον.τοῦ πωγωνοφόρου κυνικοῦ, τοῦ βακτροπροσαίτου,εἴδομεν ἐν δείπνῳ τὴν μεγάλην σοφίαν.θέρμων μὲν γὰρ πρῶτον ἀπέσχετο καὶ ῥαφανίδων,μὴ δεῖν δουλεύειν γαστρὶ λέγων ἀρετήν.εὖτε δʼ ἐν ὀφθαλμοῖσιν ἴδεν χιονώδεα βόλβανστρυφνήν, ἣ πινυτὸν ἤδη ἔκλεπτε νόον,ᾔτησεν παρὰ προσδοκίαν, καὶ ἔτρωγεν ἀληθῶς,κοὐδὲν ἔφη βόλβαν τὴν ἀρετὴν ἀδικεῖν,τοῦτο πυρὰν μᾶλλον κλῄζειν δεῖ, κοὐ βαλανεῖον,ἥν ποθʼ ὁ Πηλείδης ἧψε Μενοιτιάδῃ,ἢ τὸν Μηδείης στέφανον, τὸν % γείτονα Ἐρινὺςἐν θαλάμοις Γλαύκης εἵνεκεν Αἰσονίδου.φεῖσαί μου, βαλανεῦ, πρὸς τοῦ Διός· εἰμὶ γὰρ ἀνὴρπάντα γράφων τὰ βροτῶν ἔργα καὶ ἀθανάτων,εἰ δὲ πρόκειταί σοι πολλοὺς ζῶντας κατακαίειν.ἅπτε πυρὰν ξυλίνην, δήμιε, μὴ λιθίνηνψυχὴν μὲν γράψαι χαλεπόν, μορφὴν δὲ χαράξαιῥᾴδιον ἀλλʼ ἐπὶ σοὶ τοὔμπαλιν ἀμφότερον.τῆς μὲν γὰρ ψυχῆς τὸ διάστροφον ἔξω ἄγουσαἐν τοῖς φαινομένοις ἡ Φύσις εἰργάσατο·τὸν δʼ ἐπὶ τῆς μορφῆς θόρυβον καὶ σώματος ὕβρινπῶς ἄν τις γράψαι, μηδʼ ἐσιδεῖν ἐθέλων;ὡς κῆπον τεθυκὼς, δεῖπνον παρέθηκεν Ἀπελλῆς,οἰόμενος βόσκειν ἀντὶ φίλων πρόβατα.ἦν ῥαφανίς, σέρις ἦν, τῆλις, θρίδακες, πράσα, βολβοί,ὤκιμον, ἡδύοσμον, πήγανον, ἀσπάραγος·δείσας δʼ ἐκ τούτων μὴ καὶ χόρτον παραθῇ μοι,δειπνήσας θέρμους ἡμιβρεχεῖς, ἔφυγον.Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτηςγεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα.