μηδείς μοι ταύτην, Ἐρασίστρατε, τὴν σπατάλην σουποιήσειε θεῶν, ᾗ σὺ κατασπαταλᾷς,ἔσθων ἐκτραπέλως στομάχων κακά, χείρονα λιμοῦ,οἷα φάγοιεν ἐμῶν ἀντιδίκων τεκνία.πεινάσαιμι γὰρ αὖθις ἔτι πλέον, ἢ πρὶν ἐπείνων,ἢ χορτασθείην τῆς παρὰ σοὶ σπατάλης.Μισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα,ἡ τὸ καλῶς ζῆσαι πάντοτʼ ἐπισταμένη,εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις,πιλοφορεῖν τʼ οἶδας, καὶ μύρα σοι μέλεται,τέρπει καὶ στέφανός σε, καὶ Αὐσονίου πόμα Βάκχου.ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε.τοὔνεκα νῦν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,τέρπᾐ δʼ αὖ πλούτου πρὸς πόδας ἐρχομένη.οὐδέποτʼ εἰς πορθμεῖον ὁ κηλήτης Διόφαντοςἐμβαίνει μέλλων εἰς τὸ πέραν ἀπίναι·τῆς κήλης δʼ ἐπάνωθε τὰ φορτία πάντα τεθεικὼςκαὶ τὸν ὄνον, διαπλεῖ σινδόνʼ ἐπαράμενος.ὥστε μάτην Τρίτωνες ἐν ὕδασι δόξαν ἔχουσιν,εἰ καὶ κηλήτης ταὐτὸ ποιεῖν δύναται.ὁ γρυπὸς Νίκων ὀσφραίνεται οἴνου ἄριστα,οὐ δύναται δʼ εἰπεῖν οἷος ἂν ᾖ ταχέως.ἐν τρισὶν ὥραις γὰρ θεριναῖς μόλις αἰσθάνετʼ αὐτὸς,ὡς ἂν ἔχων πηχῶν ῥῖνα διακοσίων.ὦ μεγάλου μυκτῆρος· ὅταν ποταμὸν διαβαίνῃ,θηρεύει τούτῳ πολλάκις ἰχθύδια.τοῦ γρυποῦ Νίκωνος ὁρῶ τὴν ῥῖνα, Μένιππε·αὐτὸς δʼ οὐ μακρὰν φαίνεται εἶναι ἔτι.πλὴν ἥξει, μείνωμεν ὅμως· εἰ γὰρ πολύ, πέντετῆς ῥινὸς σταδίους, οἴομαι, οὐκ ἀπέχει.ἀλλʼ αὐτὴ μέν, ὁρᾷς, προπορεύεται· ἢν δʼ ἐπὶ βουνὸνὑψηλὸν στῶμεν, καὐτὸν ἐσοψόμεθα.τὸν λεπτὸν θακεῦντα Μενέστρατον εἴαρος ὥρῃμύρμηξ ἐξελθὼν εἵλκυσεν εἰς ῥαγάδα·μυῖα δʼ ἐπιπτᾶσ’ αὐτὸν ἀνήρπασεν, ὡς Γανυμήδηαἰετὸς εἰς θαλάμους οὐρανίους Κρονίδεω·πίπτεν δʼ ἐκ χειρῶν μυίης, κοὐδʼ ὣς θίγε γαίης,ἐκ δʼ ἀράχνης ἱστοῦ τῶν βλεφάρων κρέμαται.τὴν κεφαλὴν βάπτεις, τὸ δὲ γῆρας οὔποτε βάψεις,οὐδὲ παρειάων ἐκτανύσεις ῥυτίδας.