πορδὴ καὶ σῴζει τραυλὸν ἱεῖσα μέλος.οὐκοῦν εἰ σῴζει, καὶ ἀποκτέννει πάλι πορδή,τοῖς βασιλεῦσιν ἴσην πορδὴ ἔχει δύναμιν.πολλάκις οἶνον ἔπεμψας ἐμοί, καὶ πολλάκις ἔγνωνσοὶ χάριν, ἡδυπότῳ νέκταρι τερπόμενος.νῦν δʼ εἴπερ με φιλεῖς, μὴ πέμψῃς· οὐ δέομαι γὰροἴνου τοιούτου, μηκέτʼ ἔχων θρίδακας.πολλὰς μυριάδας ψηφίζων Ἀρτεμίδωρος,καὶ μηδὲν δαπανῶν, ζῇ βίον ἡμιόνων,πολλάκις αἳ χρυσοῦ τιμαλφέα φόρτον ἔχουσαιπολλὸν ὑπὲρ νώτου, χόρτον ἔδουσι μόνον.τὴν κεφαλὴν βάπτων τις ἀπώλεσε τὰς τρίχας αὐτὰς,καὶ δασὺς ὢν λίαν, ᾠὸν ἅπας γέγονεν.τοῦτο βαφεὺς ἐπόησε, τὸ μηκέτι κουρέα τέμνεινμήτε κόμην λευκὴν μήτε μελαινομένην.γραμματικὸς ποτʼ ὄνῳ ἐποχούμενος ἐξεκυλίσθη,καὶ τῆς γραμματικῆς, ὡς λόγος, ἐξέπεσεν·εἶθʼ ἑξῆς ἐβίου κοινὸν βίον, ὡς ἰδιώτης,ὧν ἐδίδασκεν ἀεὶ μηδὲν ἐπιστάμενος.ἀλλὰ Γλύκων ἔπαθεν τοὐναντίον ὢν γὰρ ἄπειροςκαὶ κοινῆς γλώττης, οὐχ ὅτι γραμματικῆς,νῦν Λιβυκοὺς κάνθωνας ὀχούμενος, εἶτʼ ἀποπίπτωνπολλάκις, ἐξαίφνης γραμματικὸς γέγονεν.ἵλαθι, Γραμματικὴ φυσίζοε, ἵλαθι λιμοῦφάρμακον εὑρομένη μῆνιν ἄειδε θεά.νηὸν ἐχρῆν καὶ σοὶ περικαλλέα δωμήσασθαι,καὶ βωμὸν θυέων μή ποτε δευόμενον.καὶ γὰρ σοῦ μεσταὶ μὲν ὁδοί, μεστὴ δὲ θάλασσακαὶ λιμένες, πάντων δέκτρια Γραμματική.ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν,ὥστε μαθεῖν παρʼ ἐμοὶ ταῦτα τὰ γραμματικά.ὡς δὲ τὸ μῆνιν ἄειδε καὶ “ ἄλγεα μυρίʼ ἔθηκεν” ἔγνω, καὶ τὸ τρίτον τοῖσδʼ ἀκόλουθον ἔποςπολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,οὐκέτι μιν πέμπει πρός με μαθησόμενον.ἀλλὰ μʼ ἰδὼν ὁ πατήρ, σοὶ μὲν χάρις, εἶπεν, “ἑταῖρε·αὐτὰρ ὁ παῖς παρʼ ἐμοὶ ταῦτα μαθεῖν δύναται·καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω,καὶ πρὸς τοῦτʼ οὐδὲν γραμματικοῦ δέομαι.”π. ; τρανσλατιονς, ξηιεφλψ φρομ τηε γρεεκ αντηολογψ, π..