οὐκ ἔγνως σὺ μόνος ; Πατρικίῳ δέδομαι.ἦν ἄρα καὶ Νίκη πολυώδυνος, ἣν παρὰ θεσμὸνπατρίκιος ναύτης ἥρπασεν ὡς ἄνεμον.πάντες ἅπαξ τρώγουσιν· ὅταν δὲ τρέφῃ Σαλαμῖνος,οἴκαδʼ ἀριστῶμεν δεύτερον ἐρχόμενοι.ἄχρις ἂν ᾖς ἄγαμος, Νουμήνιε, πάντα δοκεῖ σοιἐν τῷ ζῆν εἶναι τῶν ἀγαθῶν ἀγαθά·εἶθʼ ὅταν εἰσέλθῃ γαμετή, πάλιν εὐθὺ δοκεῖ σοιἐν τῷ ζῆν εἶναι πάντα κακῶν τὰ κακά.ἀλλὰ χάριν τεκνίων — ἕξεις, Νουμήνιε, τέκνα,χαλκὸν ἔχων πτωχὸς δʼ οὐδὲ τὰ τέκνα φιλεῖ.εἰ μὲν ζῇς ἐλάφου ταναὸν χρόνον, ἠὲ κορώνης,συγγνώμη πλεῖστον πλοῦτον ἀγειρομένῳ·εἰ δὲ τίς ἐσσι βροτῶν, οὓς αὐτίκα γῆρας ἰάπτει,μὴ σὲ γʼ ἀπειρεσίων οἶστρος ἕλῃ κτεάνωνμὴ σὺ μὲν ἀτλήτοισιν ἐν ἄλγεσι θυμὸν ὀλέσσῃς,χρήσωνται δʼ ἄλλοι σοῖς ἀγαθοῖς ἀπόνως.εἴ με φιλεῖς, ἔργῳ με φίλει, καὶ μὴ μʼ ἀδικήσῃς,ἀρχὴν τοῦ βλάπτειν τὴν φιλίαν θέμενος.πᾶσι γὰρ ἀνθρώποισιν ἐγὼ πολὺ κρέσσονα φημιτὴν φανερὰν ἔχθραν τῆς δολερῆς φιλίας.φασὶ δὲ καὶ νήεσσιν ἁλιπλανέεσσι χερείουςτὰς ὑφάλους πέτρας τῶν φανερῶν σπιλάδων.μῦν Ἀσκληπιάδης ὁ φιλάργυρος εἶδεν ἐν οἴκῳ,καὶ τί ποιεῖς, φησίν, φίλτατε μῦ, παρʼ ἐμοὶ ;ἡδὺ δʼ ὁ μῦς γελάσας. “ μηδέν, φίλε, φησί, φοβηθῇς,οὐχὶ τροφῆς παρὰ σοὶ χρῄζομεν, ἀλλὰ μονῆς.”μύρμηκος πτερόεντος ὑπὲρ νώτοιο καθεσθεὶςἌδραστος ῥήτωρ τοῖον ἔλεξεν ἔπος·Ἵπτασο· τὸν σὸν ἔχεις, ὦ Πήγασε, Βελλεροφόντην,φέρτατον ἡρώων, ἡμιθανῆ σκελετόν.οὐκ ἔστιν θυγατρὸς μεῖζον βάρος· εἰ δὲ δοκεῖ σοι,Εὐκτήμων, εἶναι κοῦφον, ἄκουσον ἐμοῦ.ἔστιν σοὶ κήλη, κἀμοὶ θυγάτηρ· λάβε ταύτην,καὶ δός μοι κήλας ἀντὶ μιᾶς ἑκατόν.ποιητὴς πανάριστος ἀληθῶς ἐστιν ἐκεῖνος,ὅστις δειπνίζει τοὺς ἀκροασαμένους.ἢν δʼ ἀναγινώσκῃ, καὶ νήστιας οἴκαδε πέμπῃ,εἰς αὑτὸν τρεπέτω τὴν ἰδίαν μανίην.πορδὴ ἀποκτέννει πολλοὺς ἀδιέξοδος οὖσα·