οἷσι ταλαντεύει πάντα νόμον βιότου·καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,εἰ μὴ Ὁμηρείων ἐξελάθου χαρίτων.πᾶσα γυνὴ χόλος ἐστὶν ἔχει δʼ ἀγαθὰς δύω ὥρας,τὴν μίαν ἐν θαλάμῳ, τὴν μίαν ἐν θανάτῳ.κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο,καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν,καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόωνἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης,τῆς παιωνιάδος πληθόμενος σοφίης,πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸνἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.Ἀλκιμένους δʼ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπουφράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα,πάντʼ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνεισεμνοπροσωπήσας καὶ σοβαρευόμενος·“ εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ,καὶ πυρετῷ λήξει πνεῦμα δασυνόμενον,οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖνσύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.θάρσει τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ ,εὖ διαθείς, βιότου λῆγε μεριμνοτόκου,καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς,ἐν τριτάτᾐ μοίρᾐ κάλλιπε κληρονόμον.ʼ”ἦν ἄρα καὶ κάνθωσι Τύχη χαλεπή τε καὶ ἐσθλή,καὶ Κρόνος ὡρονομεῖ τετραπόδων γένεσιν.ἐξότε γὰρ καὶ τοῦτον ὄνον χαλεπὸς χρόνος ἔσχεν,ἐξ ἀλαβαρχείης γραμματικοῦ γέγονεν.τλῆθι φέρειν λοιπόν, κανθήλιε· γραμματικοῖς γὰροὐδὲ τέλος κριθᾖ, κρῖ δὲ μόνον λέγεται.εἰ μοναχοί, τί τοσοίδε; τοσοίδε δέ, πῶς πάλι μοῦνοι;ὦ πληθὺς μοναχῶν ψευσαμένη μονάδα.πλαστὸν ἔχεις τὸν ἔρωτα, φόβῳ δὲ φιλεῖς καὶ ἀνάγκῃ·τοῦ δὲ φιλεῖν οὕτως οὐδὲν ἀπιστότερον.στυγνὴν τὴν Νίκην τις ἰδὼν κατὰ τὴν πόλιν ἐχθὲςεἶπε· θεὰ Νίκη, τίπτε πέπονθας ἄρα ;ἡ δʼ ἀποδυρομένη καὶ μεμφομένη κρίσιν, εἶπεν