γήραος αὐχμηρῷ καρφομένη θέρεϊ.ἔπταρον ἄγχι τάφοιο, καὶ,ἤθελον αὐτόθʼ ἀκοῦσαιοἷά περ ὠισάμην, μοῖραν ἐμῆς ἀλόχου.ἔπταρον εἰς ἀνέμους· ἄλοχον δέ μοι οὔ τι κιχάνειλυγρὸν ἐν ἀνθρώποις, οὐ νόσος, οὐ θάνατος.ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼνεἴρετό μιν τοίης ἀμφὶ δικασπολίης·“ ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν,ἀλλοτρίην τʼ εἶναι λάτριν ἐπιστάμενος,ζεῦξεν ἑῷ θεράποντι· τέκεν δʼ ὑπὸ παῖδας ἐκείνῳ·καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;”ὃς δʼ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην,εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιονἢ “σοί, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκηδουλεύειν κείνους, ὧν χάριν ἐξερέεις·δίζεο δʼ εὐμενέοντα δικασπόλον, αἶψα δʼ ἀποίσῃψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.”ὄρνεον ἠσθίομεν κεκλημένοι ἄθλιον ἄνδρεςἄλλων ὀρνίθων βρώματα γινόμενοι·καὶ τὸν μὲν Τιτυὸν κατὰ γῆς δύο γῦπες ἔδουσιν,ἡμᾶς δὲ ζῶντας τέσσαρες αἰγυπιοί.οὐ δύναμαι γαμετῆς καὶ γραμματικῆς ἀνέχεσθαι,γραμματικῆς ἀπόρου, καὶ γαμετῆς ἀδίκου.ἀμφοτέρων τὰ πάθη θάνατος καὶ μοῖρα τέτυκται.τὴν οὖν γραμματικὴν νῦν μόλις ἐξέφυγονοὐ δύναμαι δʼ ἀλόχου τῆς ἀνδρομάχης ἀναχωρεῖνεἴργει γὰρ χάρτης καὶ νόμος Αὐσόνιος.οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόνταςὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσῃ·εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ,ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.ἀλλʼ οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγεβήσομαι ὑμετέρῃ γαστρὶ φυλαξόμενος.εἰ δὲ ποτʼ ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγʼ ἄνυσσενΛαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·ἀλλʼ ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω,Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.παρθένος εὐπατέρεια Δίκη, πρέσβειρα πολήων,οὐ τὸν ἐν εὐσεβίῃ χρυσὸν ἀποστρέφεται·ἀλλὰ καὶ αὐτὰ τάλαντα Διὸς πάγχρυσα τελέσθη,