ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου,μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδὲ τινʼ ἄλληνἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δʼ ἀποκόψειςτοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.”φειδωλός τις ἀνὴρ ἁφόων θησαυρὸν ὀνείρῳ,ἤθελʼ ἀποθνῄσκειν, πλούσιον ὕπνον ἔχων·ὡς δʼ ἴδε τὴν προτέρην, σκιόεν μετὰ κέρδος ὀνείρου,ἐξ ὕπνου πενίην, ἀντικάθευδε πάλιν.ὄψιν ἔχεις στρουθῷ πανομοίϊον. ἦ ῥά σε Κίρκηἐς πτηνὴν μετέθηκε φύσιν, κυκεῶνα πιόντα;Ἀμητὸς πολύς ἐστι τεὴν κατὰ δάσκιον ὄψιντῷ σε χρὴ δρεπάνοισι, καὶ οὐ ψαλίδεσσι καρῆναι.ἀσφαλέως οἴκησον ἐν ἄστεϊ, μή σε κολάψῃ;αἵματι Πυγμαίων ἡδομένη γέρανος.οὐ λαλέει τὸ κάτοπτρον· ἐγὼ δέ σε † πάλιν ἐλέγξωτὴν νοθοκαλλοσύνην φύκεϊ χριομένην.τοῦτο καὶ ἡδυλύρης ποτὲ Πίνδαρος ἐλέγχων,εἶπεν ἄριστον ὕδωρ, φύκεος ἐχθρότατον.μή με κάλει δίσκων ἐπιίστορα λιμοφορήων,βρωτύν μοι φορέων τὴν κολοκυνθιάδα.ἀργυρέην ὕλην οὐ τρώγομεν, ἣν παραβάλλεις,λιμῷ κρητίζων τοὺς μελέους πίνακας.ζήτει νηστεύοντας ἐς ἀργυρέην ἐπίδειξιν,καὶ τότε θαυμάζῃ, κοῦφον ἄσημον ἔχων.σῶμα φέρων σκιοειδές, ἀδερκέϊ σύμπνοον αὔρῃ,μή ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι,μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσῃἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον.οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψαςἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστινἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.τῷ ψιμύθῳ μὲν ἀεὶ λιποσαρκέα τεῖνε παρειήν,Λαοδίκη, λαοῖς ἔνδικα τινυμένη·μή ποτε δʼ εὐρύνῃς σέο χείλεα· τίς γὰρ ὀδόντωνὄρχατον ἐμπήξει φαρμακόεντι δόλῳ;τὴν χάριν ἐξέρρευσας ὅσην ἔχες· οὐκ ἀπὸ πηγῆς ˘ἀγλαΐη μελέων ἕλκεται ἀενάου.ὡς δὲ ῥόδον θαλέθεσκες ἐν εἴαρι· νῦν δʼ ἐμαράνθης.