νόμοις δικάζων καὶ λόγοισιν ἐκπρέπων.αἴλουρον εἶδον χρυσίου τὸν πρίγκιπα,ἢ βδέλλαν ὠμήν, χρυσοκόλλητον χόλον.νῦν ὁ στρατηγὸς Ἑρμανούβης ἐγένετοκύων, ἀδελφοὺς συλλαβὼν Ἑρμᾶς δύοἀσημοκλέπτας, συνδεθέντας σχοινίῳ,ψυχροὺς ἀώρους Ταρταρίους τε δαίμονας.οὐκ οἶδα χῶρον τοῦ τρόπου κατήγοροντρόπον δὲ χώρου τὸν κατήγορον λέγω.ἡμίονοι σύγγηροι ἐμὴν κομέουσιν ἀπήνην,ταῖσιν Ὁμηρείοις πάντα Λιταῖς ἴκελαι,χωλαί τε, ῥυσαί τε, παραβλῶπὲς τʼ ὀφθαλμώ,Ἡφαίστου πομπή, σκύτινα δαιμόνια,οὔ ποτε γευσάμεναι, μὰ τὸν Ἥλιον, οὐδʼ ἐν ὀνείρῳ,οὐ θέρεος κριθήν, οὐκ ἔαρος βοτάνην.τοὔνεκʼ ἐμεῦ μὲν ἕκητι βίον ζώοιτε κορώνηςἢ ἐλάφου, κενεὴν ἠέρα βοσκόμεναι.εὐδαίμων ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,Λεύκαρε, τὰν ἁμὰν οὐκ ἐμάνη μανίην,οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχειτὸν φίλον, ἀλλʼ % αἰχʼ ἐν δρᾶμʼ ἐδίδαξε μόνον.ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας·κἀγὼ τοὺς πολλοὺς οὐκέτʼ ἔχω Πυλάδας.οὐκέτʼ Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίουμόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει·ὁ Πτολεμαίου Μόσχος, ἰὼ πόλι· ποῦ δὲ τὰ μητρὸςαἴσχεα, πάνδημοὶ τʼ ἐργασίαι τέγεος;ποῦ δὲ συφόρβια; τίκτετε, πόρναι,τίκτετε, τῷ Μόσχου πειθόμεναι στεφάνῳ.οὗτος ὁ μηδέν, ὁ λιτός, ὁ καὶ λάτρις, οὗτος, ὁρᾶτε,ἐστί τινος ψυχῆς κύριος ἀλλοτρίης.Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ,οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,ᾔτεε δʼ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη.ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων,δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·“ εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον ὅσσον ἀπόχρη,μηδὲ τινʼ ὑλαίην τέξεται ἀνθοσύνην,μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ