ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,τοῖα περὶ ψυχῆς τις ἀνείρετο· “ πῶς θέμις εἰπεῖντὴν ψυχήν; θνητήν, ἢ πάλιν ἀθάνατον;σῶμα δὲ δεῖ καλέειν, ἢ ἀσώματον; ἐν δὲ νοητοῖςτακτέον, ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;”αὐτάρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων,καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς,πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείουἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν“ εἴπερ ὅλως ἔστι ψυχῆς φύσις ʽοὐδὲ γὰρ οἶδἀ,ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,στεγνοφυὴς ἢ ἄυλος· ὅταν δʼ Ἀχέροντα περήσῃς,κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.εἰ δʼ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτηνμιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασονκαί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν,μοῦνον ὅπερ ζητεῖς τοῦθʼ ὑπολειπόμενος.”πάντα μὲν οἶδα, λέγεις· ἀτελὴς δʼ ἐν πᾶσιν ὑπάρχεις,γευόμενος πάντων, οὐδὲν ἔχεις ἴδιον.εἰς σὲ καὶ ἀψευδὴς ἐψεύσατο βίβλος Ὁμήρου,ὁπλοτέρων ἐνέπουσα μετήορα δήνεα φωτῶν.υἱὸς καὶ γενετὴρ δῆριν φιλόνεικον ἔθεντο,τίς πλέον ἐκδαπανῶν κλῆρον ἅπαντα φάγῃ.καὶ μετὰ τὴν βρῶσιν τὴν χρηματικὴν μάλα πᾶσαν,ὕστατον ἀλλήλους λοιπὸν ἔχουσι φαγεῖν.Ῥουφινιανός, Ῥοῦφος ὢν δισύλλαβος,συνεξέτεινε τοῖς κακοῖς τὰς συλλαβάς·οὐ λανθάνει δὲ τὴν δισύλλαβον Δίκην.κληθήσεται γὰρ καὶ δισύλλαβος πάλιν,Ῥοῦφος κακοῦργος καὶ γόης, ὡς ἦν ποτέ.ὦ τῆς ἁπάσης δυνάμεως ὑπέρτατε,σῶσόν με τὸν δύστηνον ἐκ παντὸς φθόνου.θέλεις ἀκοῦσαι, βούλομαι κἀγὼ λέγειντὸ γὰρ θέλημα τὴν χάριν τίκτει διπλῆν,διπλοῦν τε κάλλος τῷ λόγῳ χαρίζεταιλέγοντι κόσμος, καὶ κλύοντι σεμνότης.φωστὴρ γὰρ εἶ σὺ καὶ λόγων καὶ τῶν νόμων,