νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;ῥήτρῃ πιστεύεις πυκινόφρονι, σῇ τε μενοινῇποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ.ἐλπίζειν ἔξεστι· Θέμιν δʼ οὐκ οἶδεν ἀμεῖψαιτῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα,καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω.ὡς δʼ ἔλεγον, σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ;πυγμαχίης κατʼ ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω.ψύττα δʼ ἐγὼ κατέτεινα, φοβεύμενος ἄγριον ἄνδρα,τὸν πτιστὴν πύκτην ἐξαπίνης ὁρόων.ἀλλά σε, πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦΚάστορος, ἱκνοῦμαι, καὶ Διὸς ἱκεσίου,τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον οὐ δύναμαι γὰρπυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου.τὸν σοφὸν ἐν κιθάρῃ], τὸν μουσικὸν Ἀνδροτίωναεἴρετό τις τοίην κρουματικὴν σοφίην“ δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας,ἡ λαιὴ νήτη πάλλεται αὐτομάτωςλεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμαπάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθένταἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.”ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸνὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνηνἔστι δʼ, ἔφη, λύσις ἥδε· τὰ νευρία πάντα τέτυκταιἐξ ὄιος χολάδων ἄμμιγα τερσομένωντοὔνεκεν εἰσιν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ,ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα,καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷπολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.Ἑρμολύκου θυγάτηρ μεγάλῳ παρέλεκτο πιθήκῳἡ δʼ ἔτεκεν πολλοὺς Ἑρμοπιθηκιάδας.εἰ δʼ Ἑλένην ὁ Ζεὺς καὶ Κάστορα καὶ Πολυδεύκηνἐκ Λήδης ἔτεκεν, κύκνον ἀμειψάμενος,Ἑρμιόνῃ γε Κόραξ παρελέξατο· ἡ δὲ τάλαιναφρικτῶν δαιμονίων ἑρμαγέλην ἔτεκεν.