ᾠόν, καὶ στεφάνους, καὶ σάμβαλα, καὶ μύρον ἡμῖνλάμβανε, καὶ δεκάτης εὐθὺ θέλω παράγειν.ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖςοἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων,ἡμετέρης φιλίης οὐδεὶς λόγος· ἀλλὰ μετʼ ἄλλωνπαίζων, τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας.ὡς δʼ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων,τὴν καλάμην δωρῇ, δοὺς ἑτέροις τὸ θέρος.ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτουζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας·ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται,καί τις χειμερινὴν ἀμφερέφει καλύβην.σοὶ δʼ οὔτε χλαίνης θερμὴ κροκύς, οὔτε χιτῶνοςἔνδον ἀποσκλήσῃ δʼ ἀστέρα μεμφόμενος.ἡ πτωχῶν χαρίεσσα πανοπλίη ἀρτολάγυνοςαὕτη, καὶ δροσερῶν ἐκ πετάλων στέφανος,καὶ τοῦτο φθιμένοιο προάστιον ἱερὸν ὀστεῦνἐγκεφάλου, ψυχῆς φρούριον ἀκρότατον.πῖνε, λέγει τὸ γλύμμα, “ καὶ ἔσθιε καὶ περίκεισοἄνθεα· τοιοῦτοι γινόμεθʼ ἐξαπίνης.”ἐχθές μοι συνέπινε γυνή, περὶ ἧς λόγος ἔρρειοὐχ ὑγιής. παῖδες, θραύσατε τὰς κύλικας.Εὐμένεος Κλεόδημος ἔτι βραχύς· ἀλλὰ χορεύεισὺν παισὶν βαιῷ μικρὸς ἔτʼ ἐν θιάσῳ·ἠνίδε καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ,καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς·ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστηςὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες,ἤδη μοι βιότου σχιζόμεναι σελίδες·ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι,Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης.ἀλλʼ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται,καὶ πῦρ ἀπλήστῳ τύφετʼ ἐνὶ κραδίῃ.αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι,ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.εἰ καί σοι ἑδραῖος ἀεὶ βίος, οὐδὲ θάλασσανἔπλως, χερσαίας τʼ οὐκ ἐπάτησας ὁδούς,ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρʼ ἂν,ἐκείνας