Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.Αἰνίζειν μὲν ἄριστον, ὁ δὲ ψόγος ἔχθεος ἀρχή·ἀλλὰ κακῶς εἰπεῖν, Ἀττικόν ἐστι μέλι.Κήλην κηλήτου μὴ φαινομένου προτέθεικας.μή μοι τὴν κήλην αὐτὸν ἰδεῖν δέομαι.Σιλβανὸς δύο παῖδας ἔχων, Οἶνόν τε καὶ Ὕπνον,οὐκέτι τὰς Μούσας, οὐδὲ φίλους φιλέει·ἀλλʼ ὁ μὲν ἐκ λεχέων νιν ἐύρροος ἐς φρένα θέλγει,ἄλλος δʼ ἐς θαλάμους ῥεγχόμενον κατέχει.Μητρόδοτος στυγέων πρασίνων αἰώνιον ἄχθος,μνημοσύνην μίσους τήνδε τράπεζαν ἔχει.Μητρόφανες, κύκνοψι, δασύθριξ, δῖε πελαργέ,τῇ καὶ τῇ κραδάων κεφαλὴν γεράνοισιν ὁμοίην,μηκεδανὸν καράκαλλον ὑπὲκ δαπέδοιο κομίζεις.μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης,λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;οὐ γὰρ ἔτʼ εἰν ἀγορῇ σε βλέπω πολὺν ἀλλʼ ὑποκάμπτειςἤδη, καὶ ζητεῖς ποῖ σε φέρωσι πόδες.πᾶσιν ἐπαγγέλλῃ· “ κόμισαι τὸ σὸν αὔριον· ἔρχουκαὶ λάβε·” κοὐδʼ ὀμόσας, οὐκέτι πίστιν ἔχεις.Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεντοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου.Χαίροιθʼ οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα,οἳ τʼ ἀπʼ Ἀριστάρχου σῆτες ἀκανθολόγοι.ποῖ γὰρ ἐμοὶ ζητεῖν, τίνας ἔδραμεν ἥλιος οἴμους,καὶ τίνος ἦν Πρωτεὺς, καὶ τίς ὁ Πυγμαλίων;γινώσκοιμʼ ὅσα λευκὸν ἔχει στίχον ἡ δὲ μέλαιναἱστορίη τήκοι τοὺς Περικαλλιμάχους.θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ,πατρολέτωρ· πάντῃ δʼ ἐκδέχεταί σε μόρος.ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος· ἢν δὲ πρὸς ὕψοςδενδροβατῇς, ἀσπὶς δεῖμʼ ὑπὲρ ἀκρεμόνων.πειράζεις καὶ Νεῖλον; ὁ δʼ ἐν δίναις κροκόδειλονἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον.εἰπὲ πόθεν σὺ μετρεῖς κόσμον καὶ πείρατα γαίηςἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον.σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν,καὶ τότʼ ἀριθμήσεις γαῖαν ἀπειρεσίην.εἰ δʼ ὀλίγον πηλὸν τοῦ σώματος οὐ καταριθμεῖς,πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;