δειπνεῖν. μὴ μέμψῃ, κλίμακʼ ἔχεις μεγάληνἐν ταύτᾐ πεποίηκα πολὺν χρόνον οὐδʼ ἂν ἐσώθηνσήμερον, ἀλλʼ ἀνέβην κέρκον ὄνου κατέχων.ἧψαι τῶν ἄστρων Ζεὺς ἡνίκα τὸν Γανυμήδηνἥρπασε, τῇδʼ αὐτόν, φαίνετʼ, ἔχων ἀνέβη.ἔνθεν δʼ εἰς Ἀίδην ποτʼ ἀφίξεαι; οὐκ ἀφυὴς εἶεὕρηκας τέχνην πῶς ἒσῃ ἀθάνατος.εἶχε Φίλων λέμβον Σωτήριχον ἀλλʼ ἐν ἐκείνῳσωθῆνʼ οὐδὲ Ζεὺς αὐτὸς ἴσως δύναται.οὔνομα γὰρ μόνον ἦν Σωτήριχος, οἱ δʼ ἐπιβάντεςἔπλεον ἢ παρὰ γῆν, ἢ παρὰ Φερσεφόνην.οὐ πλεῖν, ἀλλʼ ἀντλεῖν ἡμᾶς Εἴκανδρος ὁ πρωρεὺςεἰς τὴν εἰκόσορον φαίνεται ἐμβιβάσας·οὐκ ὀλίγον γὰρ ἔνεστιν ὕδωρ ἔσω, ἀλλʼ ὁ Ποσειδῶνἐν ταύτῃ διαπλεῖν φαίνεται εἰς τὸ πέραννῦν πρῶτον ναῦς ὦπται ὑδρωπική, ἀλλά γε [ δείδω]μὴ σορὸν οὖσαν ἴδῃς τὴν πάλαι εἰκόσορον.Φαρμακίοισι Ῥόδων λέπραν καὶ χοιράδας αἴρει·τἆλλα δὲ πάντʼ αἴρει καὶ δίχα φαρμακίων.Δαμαγόραν καὶ λοιμὸν ἰσόψηφόν τις ἀκούσαςἔστησ’ ἀμφοτέρων τὸν τρόπον ἐκ κανόνος·εἰς τό μέρος δὲ καθείλκετʼ ἀνελκυσθὲν τὸ τάλαντονΔαμαγόρου, λοιμὸν δʼ εὗρεν ἐλαφρότερον.ὦ τλῆμον Κυνέγειρε, καὶ ἐν ζωοῖς καὶ ἀπελθὼν,ὡς αἰεὶ κόπτᾐ ῥήμασι καὶ κοπίσιν.πρόσθε μὲν ἐν πολέμοισι τεὴ πέσε μαρναμένη χείρ·νῦν δὲ σ’ ὁ γραμματικὸς καὶ ποδὸς ἐστέρισεν,τῆς Ἀσίης τὰ λάφυρα λαβὼν ἔπλευσε Καρῖνοςἤματι χειμερίῳ, δυομένων ἐρίφων·εἶδε καὶ Ἀδράδστεια τὸ φορτίον ὃς δʼ ἐφορώσηςᾤχετο, καὶ πελάγους δαίμοσιν ἐγγελάσας.Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτʼ ἐπρίω νῦν,εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.τὴν φωνὴν ἐνοπήν σε λέγειν ἐδίδαξεν Ὅμηρος·τὴν γλῶσσαν δʼ ἐνοπὴν τίς σ’ ἐδίδαξεν ἔχειν;τὴν κεφαλὴν σείεις, καὶ τὴν πυγὴν ἀνασείεις·ἓν μὲν μαινομένου, ἓν δὲ περαινομένου.ὤμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖνπολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην.ἀλλʼ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον