εἰδὼς καὶ ζώντων τοὺς κόλακας κόρακας.δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. ἤν τις ἐάσῃ,δέξομαι. εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη;οὐδένα τῶν ἄλλων, πλὴν Ἄρριον οὗτος ἔχειἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην,ἀκνίσου βωμοῖο νεωκόρος· ἢν τελέσῃ δὲτὴν πομπήν, ἄρας ᾤχεθʼ ἅπαντα πάλιν.ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις· εἷς γὰρ ἂν ὑμέωνἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.ἐχθὲς δειπνήσας τράγεον πόδα, καὶ δεκαταῖονκανναβίνης κράμβης μήλινον ἀσπάραγον,εἰπεῖν τὸν καλέσαντα φυλάσσομαι· ἔστι γὰρ ὀξύς,καὶ φόβος οὐχ ὁ τυχὼν μή με πάλιν καλέσῃ.πώγων, καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάνταὁ χρόνος ἀλλάσσει· Κόννιχε, τοῦτʼ ἐγένου.οὐκ ἔλεγον; “μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσοςεἶναι· καὶ κάλλους εἰσί τινες Νεμέσεις.”ἦλθες ἔσω μάνδρης, ὑπερήφανε· νῦν ὅτι βούλειοἴδαμεν ἀλλʼ ἐξῆν καὶ τότʼ ἔχειν σε φρένας.τὴν ξηρὴν ἐπὶ νῶτα Λυκαινίδα, τὴν Ἀφροδίτηςλώβην, τὴν ἐλάφου παντὸς ἀπυγοτέρην,αἰπόλος ᾗ μεθύων οὐκ ἄν ποτε, φασί, συνῴκει,γοῖ, γοῖ. τοιαῦται Σιδονίων ἄλοχοι.τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλοςἤγομεν εἰς κοινὴν κύπριν Ἀριστοδίκην·ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός·εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα.Ἑρμογένης δʼ ἔλαχε στυγερὸν δόμον εὐρώεντα,ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος,ἔνθʼ ἀκταὶ νεκύων, καὶ ἐρινεοὶ ἠνεμόεντεςδινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων.Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν,τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν.γῆ δʼ ἔμενε ξυνὴ πάντων ψίαθον γὰρ ἐν αὐτῇστρώσαντες, τὴν γραῦν ὧδε διειλόμεθα.Δημῶναξ, μὴ πάντα κάτω βλέπε, μηδὲ χαρίζουτῇ γλώσσῃ· δεινὴν χοῖρος ἄκανθαν ἔχει.καὶ σὺ ζῇς † ἡμῖν, ἐν Φοινίκῃ δὲ καθεύδεις,κοὐκ ὢν ἐκ Σεμέλης μηροτραφὴς γέγονας.ἐκλήθην ἐχθές, Δημήτριε· σήμερον ἦλθον