τοῦτον μὴ στεφανοῦν, εἰ μόνος ὢν ἔπεσεν. .ἀνστὰς δʼ ἐν μέσσοις ἀντέκραγεν “οὐχὶ τρίʼ ἐστὶνἓν κεῖμαι· λοιπὸν τἆλλα μέ τις βαλέτω.”Ἀντίσπαστον ἐμοί τις ὄνον μακρόθυμον ἔδωκεν,τῶν βασταζομένων ὅρμον ὁδοιπορίης,υἱὸν τῆς βραδυτῆτος ὄνον, πόνον, ὄκνον, .ὄνειρον,τῶν ἀνακαμπτόντων ὑστάτιον πρότερον.Ἀντικράτης ᾔδει τὰ σφαιρικὰ μᾶλλον Ἀράτουπολλῷ, τὴν ἰδίην δʼ οὐκ ἐνόει γένεσινδιστάζειν γὰρ ἔφη, πότερʼ ἐν κριῷ γεγένηταιἢ διδύμοις, ἢ τοῖς ἰχθύσιν ἀμφοτέροις.εὕρηται δὲ σαφῶς ἐν τοῖς τρισί καὶ γὰρ ὀχευτὴςκαὶ μωρὸς μαλακὸς τʼ ἐστὶ καὶ ὀψοφάγος.Ἀνθρακίων δέκα μέτρα φέρων, ἔσο καὶ σὺ πολίτης·ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος.δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναιἢ καυλοὺς κράμβης, ἢ φακόν, ἢ κοχλίας.ταῦτʼ ἔχε, καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον,ὃν κʼ ἐθέλῃς· οὐδεὶς οὐδὲν ἐπιστρέφεται.Ἀντιγόνην ἔστεργε Φιλόστρατος· ἦν δʼ παλαισταῖςὁ τλήμων Ἴρου πέντε πενιχρότερος.εὗρε δʼ ὑπὸ κρυμοῦ γλυκὺ φάρμακον ἀντία γὰρ σχὼνγούνατʼ ἐκοιμήθη, ξεῖνε, μετʼ Ἀντιγόνης.γραμματικοὶ Μώμου στυγίου τέκνα, σῆτες ἀκανθῶν,τελχῖνες βίβλων, Ζηνοδότου σκύλακες,Καλλιμάχου στρατιῶται, ὃν ὡς ὅπλον ἐκτανύσαντες,οὐδʼ αὐτοῦ κείνου γλῶσσαν ἀποστρέφετε,συνδέσμων λυγρῶν θηρήτορες, οἷς τὸ μὶν ἢεὔαδε, καὶ ζητεῖν εἰ κύνας εἶχε Κύκλωψ,τρίβοισθʼ εἰς αἰῶνα κατατρύζοντες ἀλιτροὶἄλλων ἐς δʼ ἡμᾶς ἰὸν ἀποσβέσατε.γραμματικῶν περίεργα γένη, ῥιζωρύχα μούσηςἀλλοτρίης, ἀτυχεῖς σῆτες ἀκανθοβάται,τῶν μεγάλων κηλῖδες, ἐπʼ Ἠρίννῃ δὲ κομῶντες,πικροὶ καὶ ξηροὶ Καλλιμάχου πρόκυνες,ποιητῶν λῶβαι, παισὶ σκότος ἀρχομένοισιν,ἔρροιτʼ, εὐφώνων λαθροδάκναι κόριες.ῥῶ καὶ Λάμβδα μόνον κόρακας κολάκων διορίζει·λοιπὸν ταὐτὸ κόραξ βωμολόχος τε κόλαξ.τοὔνεκά μοι, βέλτιστε, τόδε ζῷον πεφύλαξο,