οἶσθα γραμματικήν, οὔτε Πλατωνικὸς εἶ.ἂν μετʼ Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς,καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς,τῶν δυνατῶν οὐδείς σε γαμήσει· τοῦτο γὰρ αἰεὶοἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως.υἱὸν ἔχεις τὸν Ἔρωτα, γυναῖκα δὲ τὴν Ἀφροδίτηνοὐκ ἀδίκως, χαλκεῦ, τὸν πόδα χωλὸν ἔχεις.τὸν πόδα τῇ βελόνῃ τρυπῶν Κλεόνικος ὁ λεπτός,αὐτὸς ἐτρύπησεν τῷ ποδὶ τὴν βελόνην.Θαρσύμαχε, πλοῦτον πολὺν ὤλεσας ἐξ ἐπιβουλῆς,εἰς οὐδὲν δʼ ἥκεις ἄθλιος ἐξαπίνης,φεισάμενος, δανίσας, τοκίσας τόκον, ὑδροποτήσας,πολλάκι μηδὲ φαγών, ὥστε τι πλεῖον ἔχειν.ἀλλʼ εἴ μοι λογίσαιο τὸ πεινῆν καὶ τότε καὶ νῦν,οὐδὲν ἔλαττον ἔχεις ὧν τότʼ ἔδοξας ἔχειν.ἠγόρασας πλοκάμους, φῦκος, μέλι, κηρόν, ὀδόντας·τῆς αὐτῆς δαπάνης ὄψιν ἂν ἠγόρασας.οὕτως ἔστʼ ἀργὸς Πανταίνετος, ὥστε πυρέξαςμηκέτʼ ἀναστῆναι παντὸς ἐδεῖτο θεοῦ.καὶ νῦν οὐκ ἐθέλων μὲν ἐγείρεται, ἐν δʼ οἱ αὐτῷκωφὰ θεῶν ἀδίκων οὔατα μεμφόμενος.οὐδενὸς ἐνθάδε νῦν τεθνηκότος, ὦ παροδῖτα,Μάρκος ὁ ποιητὴς ᾠκοδόμηκε τάφον,καὶ γράψας ἐπίγραμμα μονόστιχον, ὧδʼ ἐχάραξε·κλαύσατε δωδεκέτη Μάξιμον ἐξ Ἐφέσου.οὐδὲ γὰρ εἶδον ἐγώ τινα Μάξιμον εἰς δʼ ἐπίδειξινποιητοῦ κλαίειν τοῖς παριοῦσι λέγω.ἀργυρέῃ λιμῷ τις, ἐς εἰλαπίνην με καλέσσας,ἔκτανε, πειναλέους τοὺς πίνακας προφέρων.ὀχθήσας δʼ ἄρʼ ἔειπον ἐν ἀργυροφεγγέι λιμῷ·ποῦ μοι χορτασίη ὀστρακίνων πινάκων;ἐζήτουν πινάκων πόθεν οὔνομα τοῦτο καλέσσω,καὶ παρὰ σοὶ κληθείς, εὗρον ὅθεν λέγεται.πείνης γὰρ μεγάλης μεγάλους πίνακας παρέθηκας,ὄργανα τοῦ λιμοῦ πειναλέους πίνακας.εἴσιδεν Ἀντίοχος τὴν Λυσιμάχου ποτὲ τύλην,κοὐκέτι τὴν τύλην εἴσιδε Λυσίμαχος.εἰς ἱερὸν ποτʼ ἀγῶνα Μίλων μόνος ἦλθʼ ὁ παλαιστής·τὸν δʼ εὐθὺς στεφανοῦν ἀθλοθέτης ἐκάλει.προσβαίνων δʼ ὤλισθεν ἐπʼ ἰσχίον οἱ δʼ ἐβόησαν