πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος,ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.εἴ τινʼ ἔχεις Διόνυσον ἐνὶ μεγάροισι τεοῖσι,τὸν κισσὸν ἀφελὼν, θριδάκων φύλλοις στεφάνωσον.τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν;μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος.πῶς φιλέεις, ὦ μῆτερ, ἐμοῦ πλέον υἱέος οἶνον;δὸς πιέειν οἴνοιο, ἐπεὶ γάλα τὸ πρὶν ἔδωκας.ὦ παῖ, σὴν μὲν δίψαν ἐμὸν γάλα τὸ πρὶν ἔπαυσε·νῦν ἴθι πῖνε ὕδωρ, καὶ παύεο δίψαν ἑοῖο.Δέρκεο πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει·ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ,ἐν λαγύνῳ πίνουσα, τόδʼ ἔννεπε λοξὸν ἰδοῦσα·“ ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο ;ξέστας γὰρ τριάκοντα μόνους λάγυνὸς γʼ ὅδε χωρεῖ.”“ μῆτερ, μητρυιῆς χαλεπὸν τρόπον ἀντικρατοῦσα,ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.”“μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.”ὑβρίζεις· τί τὸ θαῦμα; τί δυσχερές; ἀλλὰ φέρω σε·τῶν γὰρ ὑβριζόντων ἡ θρασύτης κόλασις.πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν.σίγα, καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον.ἥλιος ἀνθρώποις αὐγῆς θεός· εἰ δὲ καὶ αὐτὸςὕβριζεν φαίνων, οὐδὲ τὸ φῶς ἐπόθουν.οὐκ ἐμέ, τὴν πενίην δὲ καθύβρισας· εἰ δὲ καὶ ὁ Ζεὺςἦν ἐπὶ γῆς πτωχός, καὐτὸς ἔπασχεν ὕβριν.εἰ πένομαι, τί πάθω; τί με μισεῖς οὐκ ἀδικοῦντα;πταῖσμα τόδʼ ἐστὶ Τύχης, οὐκ ἀδίκημα τρόπων.πάντες μὲν δειλοὶ καὶ ἀλαζόνες εἰσί, καὶ εἴ τιἐν τοῖς ἀνθρώποις ἄλλο πέφυκε πάθος·ἀλλʼ ὁ λογισμὸν ἔχων τῷ πλησίον οὐκ ἀναφαίνει,ἔνδον ἀποκρύπτων τῇ συνέσει τὸ πάθος.σῆς δὲ θύρα ψυχῆς ἀναπέπταται· οὐδένα λήθειςοὔτε καταπτήσσων, οὔτε θρασυνόμενος.τέκνον ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης,εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος;ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός· ἂν δὲ Πλάτωνοςδόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν.ἐξ ἑτέρου ʽφεύγεις ἐπὶ θάτερον οὔτε δὲ τέχνην