τοὺς δʼ ἐπὶ προσδοκίῃ ζῶντας ἀεὶ θανάτου.πολλοὶ πολλὰ λέγουσιν, ὅμως δʼ οὐ πάντα δύνανταιῥήμασιν ἐξειπεῖν ῥεύματα σῶν παθέων·ἓν δʼ ἐπὶ σοῦ παράδοξον ἐθαυμάσαμεν καὶ ἄπιστον,δάκρυα πῶς κλέπτων εἶχες ἑτοιμότατα.Χαλκίδος ἐκ γαίης ἀπεχάλκισε τὴν πόλιν ἡμῶν,κλέπτων, καὶ κλέπτων δάκρυσι κερδαλέοις,ἐκ γῆς Λωτοφάγων μέγας ὄρχαμος ἦλθε ΛυκάωνΧαλκίδος ἐκ γαίης ἀντιοχευόμενος.Θηλυφανὲς παράδοξον ἐθαυμάσαμεν πάθος ἄλλο·ἔκλαιεν κλέπτων, κλεπτομένους ἐλεῶν,ὃς κλέπτων ἥγνευε, καὶ ἁγνεύων ἀπεσύλα,μηδὲν ἔχων καθαρόν, μηδὲ τὸ σῶμα ῥύπου.οὐδὲν γυναικὸς χεῖρον, οὐδὲ τῆς καλῆς·δούλου δὲ χεῖρον οὐδέν, οὐδὲ τοῦ καλοῦ·χρῄζεις ὅμως οὖν τῶν ἀναγκαίων κακῶν.εὔνουν νομίζεις δοῦλον εἶναι δεσπότῃ;καλὸς δʼ ἂν εἴη δοῦλος ὁ τὰ σκέλη κλάσας.ὁ τὴν γυναῖκα τὴν ἄμορφον δυστυχῶν,λύχνους ἀνάψας ἑσπέρας σκότος βλέπει.κουρεὺς καὶ ῥαφιδεὺς κατεναντίον ἦλθον ἀγῶνος,καὶ τάχα νικῶσιν τὸ ξυρὸν αἱ ῥαφίδες.ὦ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου·ἀνὴρ δανειστὴς, τῶν χρόνων γλύφων τόκους,τέθνηκεν εὐθὺς ἐν ῥοπῆς καιρῷ βραχεῖ,ἐν δακτύλοισι τοὺς τόκους σφίγγων ἔτι.Δακτυλικὴν ψῆφόν τις ἔχων πέρι δάκτυλα χειρῶνψήφῳ τοῦ θανάτου προὔλαβεν εἰς ἀίδην.ζῇ δʼ ἡ ψῆφος νῦν τοῦ ψηφίζοντος ἐρήμη,ψυχῆς ἁρπαγίμης ἔνθεν ἐλαυνομένης.τί ὠφέλησας τὴν πόλιν στίχους γράφων,χρυσὸν τοσοῦτον λαμβάνων βλασφημίας,πωλῶν ἰάμβους, ὡς ἔλαιον ἔμπορος;εἴς τινα φιλόσοφον γενόμενον ὕπαρχον πόλεως ἐπὶ Βαλεντινιανοῦ καὶ Βάλεντοςἄντυγος οὐρανίης ὑπερήμενος, ἐς πόθον ἦλθεςἄντυγος ἀργυρέης· αἶσχος ἀπειρέσιονἦσθά ποτε κρείσσων· αὖθις δʼ ἐγένου πολὺ χείρων.δεῦρʼ ἀνάβηθι κάτω· νῦν γὰρ ἄνω κατέβης.ἵππον ὑποσχόμενός μοι Ὀλύμπιος ἤγαγεν οὐράν,ἧς ὀλιγοδρανέων ἵππος ἀπεκρέματο.