ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς,Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον.εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι Κλεάνθηςκαὶ Ζήνων ἀίδην τὸν βαθὺν ὡς ἔμολον.πέμπε, κάλει· πάντʼ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ,τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον.αὕτη γὰρ λαχάνου σισαρωτέρη, ἡ πρὶν ἀκαμπὴςζῶσα, νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω.πόλλʼ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃπλώειν, τὴν κώπην μηκέτʼ ἔχων ἐρέτης.ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη,ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιονοἴμοι καὶ . . τοῦτο κατὰ βραχὺ ʽ πολλάκι δʼ ἤδηἡμιθανὲσʼ θνῄσκει· τοῦτο τὸ τερμέριον.ὦ γῆρας, γῆρας, τί ποθʼ ὕστερον, ἢν ἀφίκηαι,ποιήσεις, ὅτε νῦν ὧδε μαραίνομεθα;οὔ μοι Πληιάδων φοβερὴ δύσις, οὐδὲ θαλάσσηςὠρῦον στυφελῷ κῦμα περὶ σκοπέλῳ,οὐδʼ ὅταν ἀστράπτῃ μέγας οὐρανός, ὡς κακὸν ἄνδραταρβέω, καὶ μύθων μνήμονας ὑδροπότας.Μούσης νουθεσίην φιλοπαίγμονος εὕρετο Βάκχος,ὦ Σικυών, ἐν σοὶ κῶμον ἄγων Χαρίτωνδὴ γὰρ ἔλεγχον ἔχει γλυκερώτατον, ἔν τε γέλωτικέντρον· χὠ μεθύων ἀστὸν ἐσωφρόνισεν.λάθριον ἑρπηστὴν σκολιὸν πόδα, κισσέ, χορεύσας,ἄγχεις τὴν Βρομίου βοτρυόπαιδα χάρινδεσμεῖς δʼ οὐχ ἡμᾶς, ὀλέκεις δὲ σέ· τίς γὰρ ἕλοιτʼ ἂνκισσὸν ἐπὶ κροτάφοις, μὴ κεράσας Βρόμιον;Λευκοΐνους πάλι δὴ καὶ ψάλματα, καὶ πάλι Χίουςοἴνους, καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην,καὶ πάλι κωμάζειν, καὶ ἔχειν πάλι διψάδα πόρνηνοὐκ ἐθέλω· μισῶ ταὺτα τὰ πρὸς μανίην.ἀλλά με ναρκίσσοις ἀναδήσατε, καὶ πλαγιαύλωνγεύσατε, καὶ κροκίνοις χρίσατε γυῖα μύροις,καὶ Μυτιληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ,καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν.Κράμβην Ἀρτεμίδωρος, Ἀρίσταρχος δὲ τάριχον,βολβίσκους δʼ ἡμῖν δῶκεν Ἀθηναγόρας,ἡπάτιον Φιλόδημος, Ἀπολλοφάνης δὲ δύο μνᾶςχοιρείου, καὶ τρεῖς ἦσαν ἀπʼ ἐχθὲς ἔτι.