τῆς ῥινὸς γὰρ ἔχει τὴν χέρα μικροτέρην·οὐδὲ λέγει Ζεῦ σῶσον ἐὰν πταρῇ·̓· οὐ γάρ ἀκούειτῆς ῥινός· πολὺ γὰρ τῆς ἀκοῆς ἀπέχει.ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆςοὐκ εἰμὶ Λούκιος, ἀλλʼ ἀναγκάζουσί με.εἰκόνα σοί, βασιλεῦ κοσμοφθόρε, τήνδε σιδήρουἄνθεσαν, ὡς χαλκοῦ πολλὸν ἀτιμοτέρην,ἀντὶ φόνου, πενίης τʼ ὀλοῆς, λιμοῦ τε, καὶ ὀργῆς,οἷς πάντα φθείρεις ἐκ φιλοχρημοσύνης.ἐγγύθι τῆς Σκύλλης χαλεπὴν στήσαντο Χάρυβδιν,ἄγριον ὠμηστὴν τοῦτον Ἀναστάσιον.δείδιθι καὶ σύ, Σκύλλα, τεαῖς φρεσί, μὴ σὲ καὶ αὐτὴνβρώξῃ, χαλκείην δαίμονα κερματίσας.ἀνέρας ἠρνήσαντο, καὶ οὐκ ἐγένοντο γυναῖκες·οὔτʼ ἄνδρες γεγάασιν, ἐπεὶ πάθον ἔργα γυναικῶν·οὔτε γυναῖκες ἔασιν, ἐπεὶ φύσιν ἔλλαχον ἀνδρῶν.ἀνέρες εἰσὶ γυναιξί, καὶ ἀνδράσιν εἰσὶ γυναῖκες.χωλὸν ἔχεις τὸν νοῦν, ὡς τὸν πόδα καὶ γὰρ ἀληθῶςεἰκόνα τῶν ἐντὸς σὴ φύσις ἐκτὸς ἔχει.εἰπέ μοι εἰρομένῳ, Κυλλήνιε, πῶς κατέβαινενΛολλιανοῦ ψυχὴ δῶμα τὸ Φερσεφόνης ;θαῦμα μέν, εἰ σιγῶσα· τυχὸν δέ τι καὶ σὲ διδάσκεινἤθελε. φεῦ, κείνου καὶ νέκυν ἀντιάσαι.Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς·αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος.εἰς φυλακὴν βληθείς ποτε Μάρκος ὁ ἀργός, ἑκοντί,ὀκνῶν ἐξελθεῖν, ὡμολόγησε φόνον.τῆς νυκτὸς τροχάσας ἐν ὕπνοις ποτὲ Μάρκος ὁ ἀργός,οὐκέτʼ ἐκοιμήθη μὴ πάλι που τροχάσῃ.ἔξω παιδεύεις Πάριδος κακὰ καὶ Μενελάου.ἔνδον ἔχων πολλοὺς σῆς Ἑλένης Πάριδας.οὐδεὶς γραμματικῶν δύναταί ποτε ἄρτιος εἶναι,ὀργήν, καὶ μῆνιν, καὶ χόλον εὐθὺς ἔχων.βέλτερον Ἡγέμονος λῃστοκτόνου ἐς κρίσιν ἐλθεῖν,ἢ τοῦ χειρουργοῦ Γενναδίου παλάμας.ὃς μὲν γὰρ φονέας ὁσίως στυγέων κατατέμνει·ὃς δὲ λαβὼν μισθοὺς εἰς Ἀίδην κατάγει.Μάγνος ὅτʼ εἰς Ἀίδην κατέβη, τρομέων Ἀϊδωνεὺςεἶπεν ἀναστήσων ἤλυθε καὶ νέκυας.τοὺς καταλείψαντας γλυκερὸν φάος οὐκέτι θρηνῶ,