καὶ ζῶν ἐξῆλθες· τοῦτο παρʼ ἱστορίην,δάφνην καὶ Νιόβην ὠρχήσατο Μέμφις ὁ Σῖμος,ὡς ξύλινος Δάφνην, ὡς λίθινος Νιόβην.λούεσθαί σε λέγουσι πολὺν χρόνον, Ἡλιοδώρα,γραῖαν ἐτῶν ἑκατὸν μὴ καταλυομένην.πλὴν ἔγνωκα τίνος ποιεῖς χάριν· ὡς ὁ παλαιὸςἐλπίζεις Πελίας ἑψομένη νεάσαι.Ἑρμογένη τὸν ἰατρὸν ἰδὼν Διόφαντος ἐν ὕπνοιςοὐκέτʼ ἀνηγέρθη, καὶ περίαμμα φέρων.τῷ Πίσης μεδέοντι τὸ κρανίον Αὖλος ὁ πύκτης,ἓν καθʼ ἓν ἀθροίσας ὀστέον, ἀντίθεται.σωθεὶς δʼ ἐκ Νεμέας, Ζεῦ δέσποτα, σοὶ τάχα θήσεικαὶ τοὺς ἀστραγάλους τοὺς ἔτι λειπομένους.Θεσσαλὸν ἵππον ἔχεις, Ἐρασίστρατε, ἀλλὰ σαλεῦσαιοὐ δύνατʼ αὐτὸν ὅλης φάρμακα Θεσσαλίης,ὄντως δούριον ἵππον, ὃν εἰ Φρύγες εἷλκον ἅπαντεςσὺν Δαναοῖς, Σκαιὰς οὐκ ἂν ἐσῆλθε πύλας·ὃν στήσας ἀνάθημα θεοῦ τινος, εἰ προσέχεις μοι,τὰς κριθὰς ποίει τοῖς τεκνίοις πτισάνην.τοῦτο τὸ οὐλεύειν εἶχες πάλαι, ἀλλὰ τὸ βῆταοὐκ ἐπιγινώσκω· δέλτα γὰρ ἐγράφετο.υἱὸς Πατρικίου μάλα κόσμιος, ὃς διὰ Κύπρινοὐχ ὁσίην ἑτάρους πάντας ἀποστρέφεται.Αἰθερίην διὰ νύκτα νέοι κατάγουσι Σελήνηνἠίθεοι Φαρίης ἄνδιχα τεμνομένην.Παύλῳ κωμῳδῷ κατʼ ὄναρ στὰς εἶπε Μένανδρος·οὐδὲν ἐγὼ κατὰ σοῦ, καὶ σὺ κακῶς με λέγεις.ποιήσας δαπάνην ἐν ὕπνοις ὁ φιλάργυρος Ἕρμωνἐκ περιωδυνίας αὑτὸν ἀπηγχόνισεν.εἰ μὲν ἐπʼ ἀττελάβους ἄγεται στρατός, ἢ κυνομυίας,ἢ μύας, ἢ ψυλλῶν ἱππικὸν ἢ βατράχων,Γάιε, καὶ σὺ φοβοῦ μὴ καὶ σέ τις ἐγκαταλέξῃ,ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης.εἰ δʼ ἀρετῆς ἀνδρῶν ἄγεται στρατός, ἄλλο τι παῖζε·Ῥωμαίοις δʼ οὐδεὶς πρὸς γεράνους πόλεμος.ψευδὲς ἔσοπτρον ἔχει Δημοσθενίς· εἰ γὰρ ἀληθὲςἔβλεπεν, οὐκ ἂν ὅλως ἤθελεν αὐτὸ βλέπειν.κερκίδος οὐ χρῄζεις ὁ λογιστικός, οὐδὲ μέλει σοι·καὶ γὰρ ἀβασκάντως ῥῖνα τρίπηχυν ἔχεις.οὐ δύναται τῇ χειρὶ Πρόκλος τὴν ῥῖνʼ ἀπομύσσειν