γράψει μʼ ὡς Νιόβην δρᾶμα σαπρὸν Μελίτων.ἦ ˘ πέλαγος πλέομεν, Διονύσιε, καὶ γεγέμισταιτὸ πλοῖον παντὸς πανταχόθεν πελάγους.ἀντλεῖται δʼ Ἀδρίας, Τυρρηνικός, Ἰσσικός, Αἴγωνοὐ πλοῖον, πηγὴ δʼ Ὠκεανοῦ ξυλίνη.ὁπλίζου, Καῖσαρ· Διονύσιος ἄρχεται ἤδηοὐκέτι ναυκληρεῖν, ἀλλὰ θαλασσοκρατεῖν,τὸ σκάφος οὐ βυθὸς εἷλε ʽ πόθεν βυθός; οὐ γὰρ ἔπλωσενʼ,οὐδὲ Νότος, πρὸ Νότου δʼ ὤλετο καὶ πελάγευς.ἤδη γάρ μιν ἅπασαν ἐπὶ ζυγὰ γομφωθεῖσανἤλειφον πεύκης τῇ λιπαρῇ νοτίδι·πίσσα δʼ ὑπερβρασθεῖσα πυρὸς φλογὶ τὴν ἁλὶ πιστὴντευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην.ἀγρὸν Μηνοφάνης ὠνήσατο, καὶ διὰ λιμὸνἐκ δρυὸς ἀλλοτρίας αὑτὸν ἀπηγχόνισεν.γῆν δʼ αὐτῷ τεθνεῶτι βαλεῖν οὐκ ἔσχον ἄνωθεν,ἀλλʼ ἐτάφη μισθοῦ πρός τινα τῶν ὁμόρων.εἰ δʼ ἔγνω τὸν ἀγρὸν τὸν Μηνοφάνους Ἐπίκουρος,πάντα γέμειν ἀγρῶν εἶπεν ἄν, οὐκ ἀτόμων.τὸν παχὺν εὖ ἔγραψʼ ὁ ζωγράφος· ἀλλʼ ἀπόλοιτο,εἰ δύο μισητοὺς ἀνθʼ ἑνὸς ὀψόμεθα.Δυσκώφῳ δύσκωφος ἐκρίνετο· καὶ πολὺ μᾶλλονἦν ὁ κριτὴς τούτων τῶν δύο κωφότερος.ὧν ὁ μὲν ἀντέλεγεν τὸ ἐνοίκιον αὐτὸν ὀφείλεινμηνῶν πένθʼ ὁ δʼ ἔφη νυκτὸς ἀληλεκέναι.ἐμβλέψας δʼ αὐτοῖς ὁ κριτὴς λέγει, “ἐς τί μάχεσθε;μήτηρ ἔσθʼ ὑμῶν ἀμφότεροι τρέφετε.”εἴ με φιλεῖς, μισεῖς με· καὶ εἰ μισεῖς, σύ φιλεῖς με·εἰ δέ με μὴ μισεῖς, φίλτατε, μή με φίλει.ἐκ ποίων ὁ πατήρ σε δρυῶν τέτμηκεν, Ἀρίστων,ἢ ποίων σε μύλου κόψατο λατομιῶν;ἦ γὰρ ἀπὸ δρυὸς ἐσσὶ παλαιφάτου ἢ ἀπὸ πέτρηςὀρχηστής, Νιόβης ἔμπνοον ἀρχέτυπονὥστε με θαυμάζοντα λέγειν, ὅτι “ καὶ σύ τι Λητοῖἤρισας· οὐ γὰρ ἂν ἦς αὐτομάτως λίθινος.”πάντα καθʼ ἱστορίην ὀρχούμενος, ἓν τὸ μέγιστοντῶν ἔργων παριδὼν ἠνίασας μεγάλως.τὴν μὲν γὰρ Νιόβην ὀρχούμενος, ὡς λίθος ἔστης,καὶ πάλιν ὢν Καπανεύς, ἐξαπίνης ἔπεσες·ἀλλʼ ἐπὶ τῆς Κανάκης ἀφυῶς, ὅτι καὶ ξίφος ἦν σοι