φαυλότεροι, κέρδους δʼ εἵνεκα φαυλότατοι.ἢν δʼ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,δὴ ῥα τότʼ εἰς ὥρας φαυλεπιφαυλότατοι.μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸςκόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθʼ Ὅμηρονοὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους,οὐ Λῆμνος σύμπασα, καὶ Ἁρπυιῶν τὰ περισσά,οὐδʼ ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος·ὥστε σε παμψηφεὶ νικᾶν, Τελέσιλλα, Χιμαίρας,σηπεδόνας, ταύρους, ὄρνεα, Λημνιάδας.οὐ μόνον αὐτὴ πνεῖ Δημοστρατίς, ἀλλὰ δὴ αὐτῆςτοὺς ὀσμησαμένους πνεῖν πεποίηκε τράγου.τὸ στόμα χὠ πρωκτὸς ταὐτόν, Θεόδωρε, σοῦ ὄζει,ὥστε διαγνῶναι τοῖς φυσικοῖς καλὸν ἦν.ἦ γράψαι σε ἔδει ποῖον στόμα, ποῖον ὁ πρωκτός.νῦν δὲ λαλοῦντός σου βδεῖν σ’ ἐνόμιζον ἐγώ.οὐ δύναμαι γνῶναι, πότερον χαίνει Διόδωρος,ἢ βδῆσ’· ἓν γὰρ ἔχει πνεῦμα κάτω καὶ ἄνω.λούσασθαι πεπόρευται Ὀνήσιμος εἰς βαλανεῖονδωδεκάτῃ δύστρου μηνός, ἐπʼ Ἀντιφίλου,παῖδα λιπὼν οἴκοις ἐπιτίτθιον, ὃν δύο τέκνωνἄλλων εὑρήσει λουσάμενος πατέρα.ἥξειν δʼ εἰς ὥρας ἡμῖν γράφει· οἱ βαλανεῖς γὰρεἰς τότε τάσσονται τὴν πυρίαν καθελεῖν.ἠγόρασας χαλκοῦν μιλιάριον, Ἡλιόδωρε,τοῦ περὶ τὴν Θρᾴκην ψυχρότερον Βορέου.μὴ φύσα, μὴ κάμνε· μάτην τὸν καπνὸν ἐγείρεις·εἰς τὸ θέρος χαλκῆν βαύκαλιν ἠγόρασας.οἱ τοῖχοι, Διόφαντε, τὰ κύματα πάντα δέχονται,καὶ διὰ τῶν θυρίδων Ὠκεανὸς φέρεται·δελφίνων δʼ ἀγέλαι καὶ Νηρέος ἀγλαὰ τέκναἐν τῷ πλοίῳ σου νηχόμενα βλέπεται.ἂν δʼ ἀναμείνωμεν, πλεύσει τάχα καί τις ἐν ἡμῖνοὐ γὰρ ἔνεστιν ὕδωρ οὐκέτι τῷ πελάγει.ἐκ ποίων ἔταμες, Διονύσιε, τὰ ξύλα ταῦταλατομιῶν; ποίων τὸ σκάφος ἐστὶ μύλων;εἰ γὰρ ἐγώ τι νοῶ, μολίβου γένος, οὐ δρυός ἐστιν,οὐδʼ ἐλάτης, μικροῦ ῥιζοβολεῖ τὰ κάτωκαὶ τυχὸν ἐξαπίνης ἔσομαι λίθος· εἶτα, τὸ χεῖρον,