λείχει γὰρ ΧΕΙΛΩΝ, κἂν ἴσα, κἂν ἄνισα.εἰ βινεῖ Φαβορῖνος ἀπιστεῖς· μηκέτʼ ἀπίστει·αὐτός μοι βινεῖν εἶπʼ ἰδίῳ στόματι.ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος, εἶφʼ ὁ Πρίηπος·οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.ἡ κλίνη πάσχοντας ἔχει δύο, καὶ δύο δρῶντας,οὓς σὺ δοκεῖς πάντας τέσσαρας· εἰσὶ δὲ τρεῖς.ἢν δὲ πύθῃ. πῶς τοῦτο; τὸν ἐν μέσσῳ δὶς ἀρίθμει,κοινὰ πρὸς ἀμφοτέρους ἔργα σαλευόμενον.εἴη σοι κατὰ γῆς κούφη κόνις, οἰκτρὲ Νέαρχε,ὄφρα σε ῥηιδίως ἐξερύσωσι κύνες.θᾶττον ποιήσει μέλι κάνθαρος ἢ γάλα κώνωψ,ἢ σύ τι ποιήσεις, σκορπίος ὤν, ἀγαθόν.οὔτε γὰρ αὐτὸς ἑκοντὶ ποιεῖς, οὔτʼ ἄλλον ἀφίης,ὡς ἀστὴρ Κρονικὸς πᾶσιν ἀπεχθόμενος.μητέρα τις, πατέρʼ ἄλλος ἀπέκτανεν, ἄλλος ἀδελφόν·Πωλιανὸς τοὺς τρεῖς, πρῶτος ἀπʼ Οἰδίποδος.ὀψὲ ποθʼ ἡ ποδάγρα τὸν ἑαυτῆς ἄξιον εὗρεν,ὃν ποδαγρᾶν πρὸ ἐτῶν ἄξιον ἦν ἑκατόν.Μασταύρων ἀφελὼν δύο γράμματα, Μάρκε, τὰ πρῶτα,ἄξιος εἶ πολλῶν τῶν ὑπολειπομένων.θηρίον εἶ παρὰ γράμμα, καὶ ἄνθρωπος διὰ γράμμα·ἄξιος εἶ πολλῶν, ὧν παρὰ γράμμα γράφῃ.αἰεὶ χρυσίον ἦσθα, Πολύκριτε· νῦν δὲ πεπωκὼς,ἐξαπίνης ἐγένου λυσσομανές τι κακὸναἰεί μοι δοκέεις κακὸς ἔμμεναι. οἶνος ἐλέγχειτὸν τρόπον· οὐκ ἐγένου νῦν κακός, ἀλλʼ ἐφάνης.Φαῖδρος πραγματικὸς καὶ ζωγράφος ἤρισε Ῥοῦφοςτίς θᾶσσον γράψει καὶ τίς ὁμοιότερον.ἀλλʼ ἐν ὅσῳ Ῥοῦφος τρίβειν τὰ χρώματʼ ἔμελλεν,Φαῖδρος ἔγραψε λαβὼν εἰκονικὴν ἀποχήν.τοὺς πόδας εἰ Κρατερὸς καὶ τὰς χέρας εἶχʼ ὁλοκλήρους,οὐκ αὖ τὴν κεφαλὴν εἶχε, τοιαῦτα γράφων.καὶ τόδε Δημοδόκου· Χῖοι κακοί· οὐχ ὁ μέν, ὃς δʼ οὔ·πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος.πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξινεἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.Καππαδόκην ποτʼ ἔχιδνα κακὴ δάκεν ἀλλὰ καὶ αὐτὴκάτθανε, γευσαμένη αἵματος ἰοβόλου,Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες