ὡς ἔθος ἐστίν, ἰδὼν τὴν ἐπὶ ναυσὶ μάχην,ἄσφυκτος καὶ χλωρὸς ὁ θούριος ἐξετανύσθη,ζωγρεῖτε, κράξας, Τρῶες ἀρηΐφιλοι.καὶ μὴ τέτρωται κατεμάνθανε, καὶ μόλις ἔγνωζῆν, ὅτε τοῖς τοίχοις ὡμολόγησε λύτρα.τεκνίον εὔμορφον, Διόδωρε, γράφειν σ’ ἐκέλευσα·ἀλλὰ σύ μοι προφέρεις τεκνίον ἀλλότριον,τὴν προτομὴν αὐτῷ περιθεὶς κυνός· ὥστε με κλάεινπῶς μοι Ζωπυρίων ἐξ Ἑκάβης γέγονεν.καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώληςἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω.εἰκόνα Μηνοδότου γράψας Διόδωρος ἔθηκενπλὴν τοῦ Μηνοδότου πᾶσιν ὁμοιοτάτην.γράψας Δευκαλίωνα, Μενέστρατε, καὶ Φαέθοντα,ζητεῖς τίς τούτων ἄξιός ἐστι τίνος.τοῖς ἰδίοις αὐτοὺς τιμήσομεν ἄξιος ὄντωςἐστὶ πυρὸς Φαέθων, Δευκαλίων δʼ ὕδατος.εἴκοσι γεννήσας ὁ ζωγράφος Εὔτυχος υἱούς,οὐδʼ ἀπὸ τῶν τέκνων οὐδὲν ὅμοιον ἔχει.τὸν φιλόπαιδα Κράτιππον ἀκούσατε· θαῦμα γὰρ ὑμῖνκαινὸν ἀπαγγέλλω· πλὴν μεγάλαι Νεμέσεις.τὸν φιλόπαιδα Κράτιππον ἀνεύρομεν ἄλλο γένος τιτῶν ἑτεροζήλων. ἤλπισα τοῦτʼ ἂν ἐγώ;ἤλπισα τοῦτο, Κράτιππε· μανήσομαι εἰ, λύκος εἶναιπᾶσι λέγων, ἐφάνης ἐξαπίνης ἔριφος;φεύγων τὴν ὑπόνοιαν Ἀπολλοφάνης ἐγάμησεν,καὶ διὰ τῆς ἀγορᾶς νυμφίος ἦλθε μέσης,αὔριον εὐθύ, λέγων, ἕξω τέκνον. εἶτα προῆλθεναὔριον, ἀντὶ τέκνου τὴν ὑπόνοιαν ἔχων.Χοίριλος Ἀντιμάχου πολὺ λείπεται· ἀλλʼ ἐπὶ πᾶσινΧοίριλον Εὐφορίων εἶχε διὰ στόματος,καὶ κατάγλωσσ’ ἐπόει τὰ ποιήματα, καὶ τὰ Φιλητᾶἀτρεκέως ᾔδει· καὶ γὰρ Ὁμηρικὸς ἦν.οὐ προσέχω, καίτοι πιστοί τινες· ἀλλὰ μεταξύ,πρὸς Διός, εἴ με φιλεῖς, Πάμφιλε, μή με φίλει.Ἀλφειοῦ στόμα φεῦγε· φιλεῖ κόλπους Ἀρεθούσης,πρηνὴς ἐμπίπτων ἁλμυρὸν ἐς πέλαγος.οὐχ ὅτι τὸν κάλαμον λείχεις, διὰ τοῦτό σε μισῶ,ἀλλʼ ὅτι τοῦτο ποιεῖς καὶ δίχα τοῦ καλάμου.Χείλων καὶ ΛΕΙΧΩΝ ἴσα γράμματα. ἐς τί δὲ τοῦτο;