παρθένον· ἡ φερνὴ δʼ ἔνδον ἔμεινεν ὅλη.ἄξιον αἰνῆσαι Μόσχου φρένας, ὃς μόνος οἶδεκαὶ τίνα δεῖ κινεῖν καὶ τίνα κληρονομεῖν.ἡ ῥὶς Κάστορός ἐστιν, ὅταν σκάπτῃ τι, δίκελλα·σάλπιγξ δʼ, ἂν ῥέγχῃ· τῇ δὲ τρύγῃ, δρέπανον·ἐν πλοίοις ἄγκυρα· κατασπείροντι δʼ ἄροτρονἄγκιστρον ναύταις ὀψοφάγοις κρεάγρα·ναυπηγοῖς σχένδυλα· γεωργοῖς δὲ πρασόκουροντέκτοσιν ἀξίνη· τοῖς δὲ πυλῶσι κόραξ.οὕτως εὐχρήστου σκεύους Κάστωρ τετύχηκε,ῥῖνα φέρων πάσης ἄρμενον ἐργασίης.ῥήτορα Μαῦρον ἰδὼν ἐτεθήπεα, ῥυγχελέφαντα,χείλεσι λιτραίοις φθόγγον ἱέντα φόνον.οὐδὲν ἀφῆκεν ὅλως, Διονύσιε, λείψανον ΑὔλῳΕὐτυχίδης δειπνῶν, ἦρε πάντʼ ὀπίσω·καὶ νῦν Εὐτυχίδης μὲν ἔχει μέγα δεῖπνον ἐν οἴκῳ,μὴ κληθεὶς δʼ Αὖλος ξηροφαγεῖ καθίσας.οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτοπάντα· νόμου δὲ χάριν, δός τι καὶ ὧδε φαγεῖνκἀγὼ κέκλημαι, κἀμοὶ παρέθηκέ τι τούτωνγεύσασθαι Πόπλιος, κἀμὸν ἔπεστι μέρος·εἰ μὴ λεπτὸν ἰδών με δοκεῖς κατακεῖσθαι ἄρωστον,εἶθʼ οὕτως τηρεῖς, μή σε λαθών τι φάγω.καὶ τρώγεις ὅσα πέντε λύκοι, Γάμε, καὶ τὰ περισσά,οὐ τὰ σά, τῶν δὲ πέριξ, πάντα δίδως ὀπίσω.πλὴν μετὰ τοῦ κοφίνου τοῦ πρὸς πόδας αὔριον ἔρχου,πρίσματα καὶ σπόγγον καὶ σάρον εὐθὺς ἔχων.ἦν βραδὺς Εὐτυχίδας σταδιοδρόμος· ἀλλʼ ἐπὶ δεῖπνονἔτρεχεν, ὥστε λέγειν Εὐτυχίδας πέταται.κἂν μέχρις Ἡρακλέους στηλῶν ἔλθῃς παρορίζων,γῆς μέρος ἀνθρώποις πᾶσιν ἴσον σε μένει,κείσῃ δʼ Ἴρῳ ὅμοιος, ἔχων ὀβολοῦ πλέον οὐδὲν,εἰς τὴν οὐκέτι σὴν γῆν ἀναλυόμενος.ἄνθρακα καὶ δάφνην παραβύεται ὁ στρατιώτηςΑὖλος, ἀποσφίγξας μήλινα λωμάτια.φρίσσει καὶ τὸ μάτην ἴδιον ξίφος. ἢν δὲ ποτʼ εἴπῃς,ἔρχοντʼ, ἐξαπίνης ὕπτιος ἐκτέταται.οὐδενὶ δʼ οὐ Πολέμωνι προσέρχεται, οὐ Στρατοκλείδῃ·ἀλλὰ φίλῳ χρῆται πάντοτε Λυσιμάχῳ.Γραπτὴν ἐν τοίχῳ Καλπούρνιος ὁ στρατιώτης,