φεύγεθʼ ὅσοι λόκκας ἢ λοφνίδας ἢ καμασῆναςᾄδετε, ποιητῶν φῦλον ἀκανθολόγων,οἳ τʼ ἐπέων κόσμον λελυγισμένον ἀσκήσαντες,κρήνης ἐξ ἱερῆς πίνετε λιτὸν ὕδωρ.σήμερον Ἀρχιλόχοιο καὶ ἄρσενος ἦμαρ Ὁμήρουσπένδομεν ὁ κρητὴρ οὐ δέχεθʼ ὑδροπότας.πρῴην τὴν σαύραν Ἀγάθων ῥοδοδάκτυλον εἶχεννῦν δʼ αὐτὴν ἤδη καὶ ῥοδόπηχυν ἔχει.ἔστι Δράκων τις ἔφηβος, ἄγαν καλός· ἀλλά, δράκων ὤν,πῶς εἰς τὴν τρώγλην ἄλλον ὄφιν δέχεται;ὠκύμορόν με λέγουσι δαήμονες ἀνέρες ἄστρωνεἰμὶ μέν, ἀλλʼ οὔ μοι τοῦτο, Σέλευκε, μέλει.εἰς ἀίδην μία πᾶσι καταίβασις εἰ δὲ ταχίωνἡμετέρη, Μίνω θᾶσσον ἐποψόμεθα.πίνωμεν καὶ δὴ γὰρ ἐτήτυμον, εἰς ὁδὸν ἵπποςοἶνος, ἐπεὶ πεζοῖς ἀτραπὸς εἰς ἀίδην.ὦ Ἑλικὼν Βοιωτέ, σὺ μέν ποτε πολλάκις ὕδωρεὐεπὲς ἐκ πηγέων ἔβλυσας Ἡσιόδῳ·νῦν δʼ ἡμῖν ἔθʼ ὁ κοῦρος ὁμώνυμος Αὔσονα Βάκχονοἰνοχοεῖ κρήνης ἐξ ἀμεριμνοτέρης,βουλοίμην δʼ ἂν ἔγωγε πιεῖν παρὰ τοῦδε κύπελλονἓν μόνον, ἢ παρὰ σεῦ χίλια Πηγασίδος.Ὑπνώεις, ὦ ʼταῖρε· τὸ δὲ σκύφος αὐτὸ,βοᾷ σε·ἔγρεο, “μὴ τέρπου μοιριδίῃ μελέτῃ.μὴ” φείσῃ, Διόδωρε· λάβρος δʼ εἰς Βάκχον ὀλισθὼν,ἄχρις ἐπὶ σφαλεροῦ ζωροπότει γόνατος.ἔσσεθʼ ὅτʼ οὐ πιόμεσθα, πολὺς πολύς· ἀλλʼ ἄγʼ ἐπείγου·ἡ συνετὴ κροτάφων ἅπτεται ἡμετέρων.σφάλλομαι ἀκρήτῳ μεμεθυσμένος· ἀλλὰ τίς ἆρασώσει μʼ ἐκ Βρομίου γυῖα σαλευόμενον;ὡς ἄδικον θεὸν εὗρον, ὁθείνεκεν αὐτὸς ἐγὼ σέ,Βάκχε, φέρων ὑπὸ σοῦ τἄμπαλι παρφέρομαι.Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη,καὶ Πολλεντίνων γαῖα μελιχροτάτη,ἀστὴ θʼ ἡ τριπόθητος, ἀφʼ ἧς βρομιώδεα πηλὸνφύρησαν Βάκχῳ τριζυγέες Χάριτες,πλούτου καὶ πενίης κοινὸν κτέαρ· οἷς μὲν ἀνάγκηςσκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη.πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰζωῆς, οὐδʼ αὐγὰς ὄψεαι ἠελίου·